← プルタルコス

ブルトゥス伝

§49.1-49.10

第二次フィリッピの戦いとカートーの息子の戦死

部下の寝返りに動揺したブルートゥスは開戦を急ぎ、自身の手勢では敵を圧倒するも、他翼の崩壊により包囲され、カートーの息子マルクスら勇士たちが討ち死にする。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§49.1

προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον· ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα·

ブルートゥスは方陣を前進させ敵に対峙させたものの、長い時間ためらっていた。軍を巡察する彼のもとに、幾人かの者に対する疑惑や密告が次々と寄せられたからである。

§49.2

καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλʼ ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον.

また、騎兵たちが戦闘を始めることにさほど熱意を示さず、常に歩兵の働きを待っているのを目にした。

§49.3

εἶτʼ ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπʼ ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὑτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς πολεμίους· Καμουλᾶτος δὲ ἐκαλεῖτο.

その時、軍人肌でその勇敢さによって際立って重んじられていた男が、不意にブルートゥスの前で馬を駆け出させ、敵側へと寝返った。彼の名はカムラトゥスといった。

§49.4

τοῦτον ἰδὼν ὁ Βροῦτος ἤλγησεν ἰσχυρῶς· καὶ τὰ μὲν ὑπʼ ὀργῆς, τὰ δὲ φόβῳ1 μείζονος μεταβολῆς καὶ προδοσίας εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν, εἰς ὥραν ἐνάτην τοῦ ἡλίου καταφερομένου.

これを見てブルートゥスは甚だしく苦悩し、一部は怒りから、また一部はより大きな寝返りと裏切りの恐れから、日も傾く第九時に、直ちに敵に向かって全軍を率いて進撃した。

§49.5

καὶ τῷ μὲν καθʼ αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος· καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις·

そして自らの受け持つ隊においては勝利を収め、退却する敵の左翼に激しく迫って前進した。騎兵たちも歩兵とともに、混乱した敵に突入して勢いを増した。

§49.6

τὸ δʼ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων,2 διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλʼ ἔφυγε πρῶτον.

しかし他方の翼は、包囲されまいとして指揮官たちが横に広がったものの、兵数に劣っていたために中央が引き裂かれ、弱体化して敵の攻撃に持ちこたえられず、真っ先に潰走した。

§49.7

οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον.3

これを打ち破った敵兵たちは直ちにブルートゥスを包囲した。彼自身は将軍としても兵卒としてもあらゆる武勇の働きを腕と知略の両面で示し、危機に臨んで勝利のために尽くしていたが、前回の戦いで勝っていたそのこと自体によって損害を被ることとなった。

§49.8

τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε· τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος, ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐδʼ εἶξεν, ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων.

というのも、あの時敵側で打ち負かされた部隊はただちに壊滅していたのに対し、カッシウス側で敗走した者たちで討ち死にしたのは少数であり、生き残った者たちは先の敗北のために恐慌をきたして、軍の大部分に意気消沈と動揺を蔓延させたからである。この地において、カートーの息子マルクスも、最も優れた気骨ある若者たちの中で奮戦し、圧倒されながらも逃げず屈服もせず、自らの腕を振るい、自分が何者であるかを告げて父の名を名乗りつつ、数多くの敵の屍の上に倒れた。

§49.10

ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.

そしてブルートゥスのために身を挺して戦った他の最良の者たちも、次々と斃れていった。

構文注3 件
  1. 49.4τὰ μὲν ὑπʼ ὀργῆς, τὰ δὲ φόβῳ

    対格 τὰ μέν... τὰ δέ は「一部は…、一部は…」「一方では…、他方では…」を意味する副詞的対格。理由を示す表現として、前置詞句 ὑπʼ ὀργῆς(属格を伴い原因を表す)と名詞単独の与格 φόβῳ(原因の与格)が並列されている。

  2. 49.6τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων

    属格独立構文。主語 τὸ δʼ ἕτερον κέρας に対し、指揮官たちが包囲を防ぐために戦線を横に伸ばそうとした状況・原因を表す。続く πλήθει δὲ λειπομένων は逆接の小辞 δέ を伴い、横に展開したものの数で劣っていたという限定条件を付加している。

  3. 49.7ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον

    先行詞を含む関係節 ᾧ... が指示代名詞 τούτῳ(原因/手段の与格)によって受け止められている。「前回の戦いで彼が優位に立ったそのこと(=カッシウス陣営の兵士の多くが戦死せず生き残り、その敗残兵が自軍に恐慌をもたらしたこと)によって害を被る」という構文。直後の τῶν μὲν γὰρ... の文がこの具体的な内容を詳説している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:49.1-49.10