← プルタルコス

ブルトゥス伝

§44.1-44.6

カッシウスの追悼と兵士たちを鼓舞するブルートゥス

ブルートゥスはカッシウスの死を悼んで遺体をタソス島へ送らせ、落胆した味方の兵士たちに補償金を約束して激励する。兵士たちは戦いで勝利を収めていた彼を不敗の将として称える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§44.1

Βροῦτος δὲ τὴν μὲν ἧτταν ἐγνωκὼς τοῦ Κασσίου προσήλαυνε, τὸν δὲ θάνατον ἐγγὺς ἤδη τοῦ χάρακος ἤκουσε.

一方ブルートゥスは、カッシウスの敗北を知って馬を走らせていたが、その死についてはすでに陣営の近くに至ってから耳にした。

§44.2

καὶ τὸ μὲν σῶμα περικλαύσας, καὶ προσαγορεύσας ἔσχατον ἄνδρα Ῥωμαίων τὸν Κάσσιον, ὡς οὐκέτι τῇ πόλει τηλικούτου φρονήματος ἐγγενέσθαι δυναμένου,1 περιέστειλε καὶ ἀπέπεμψεν εἰς Θάσον, ὡς μὴ σύγχυσιν αὐτόθι παράσχοι κηδευόμενον.

そして遺体に取りすがって泣き、都市(ローマ)にはもはやこれほど気高い精神が生まれ出ることはあり得ないとして、カッシウスを「最後のローマ人」と呼んだ後、その場で埋葬されて混乱を生じさせることがないよう、遺体を整えてタソス島へと送り出させた。

§44.3

αὐτὸς δὲ τοὺς στρατιώτας συναγαγὼν παρεμυθήσατο· καὶ πάντων ὁρῶν ἀπεστερημένους τῶν ἀναγκαίων ὑπέσχετο κατʼ ἄνδρα δισχιλίας δραχμὰς ἀντὶ τῶν ἀπολωλότων.

ブルートゥス自身は兵士たちを集めて慰め励まし、彼らが生活必需品をことごとく奪われているのを見て、失われたものの代償として一人当たり二千ドラクマを支給すると約束した。

§44.4

οἱ δὲ πρός τε τοὺς λόγους ἀνεθάρρησαν αὐτοῦ καὶ τῆς δωρεᾶς ἐθαύμασαν τὸ μέγεθος· καὶ μετὰ βοῆς προὔπεμψαν ἀπιόντα, μεγαλύνοντες ὡς μόνον ἀήττητον ἐν τῇ μάχῃ τῶν τεσσάρων αὐτοκρατόρων γεγενημένον.

兵士たちは彼の言葉に勇気づけられ、その賜物の大きさに驚嘆した。そして立ち去る彼を歓声とともに見送り、四人の最高司令官のうち、この戦いでただ一人不敗のままであった者として彼を讃えた。

§44.5

ἐμαρτύρει δὲ τὸ ἔργον ὅτι τῇ μάχῃ περιέσεσθαι καλῶς ἐπίστευεν· ὀλίγοις γὰρ τάγμασιν ἅπαντας ἐτρέψατο τοὺς ἀντιστάντας.

実際、彼が戦いに勝利すると信じていたことが正当であったことは、その戦果が証拠立てていた。というのも、彼は少数の軍団だけで立ちはだかる敵をことごとく敗走させたからである。

§44.6

εἰ δὲ πᾶσιν ἐχρήσατο πρός τὴν μάχην καὶ μὴ παρελθόντες οἱ πλεῖστοι τοὺς πολεμίους ἐπὶ τὰ τῶν πολεμίων ὥρμησαν, οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν ἀπολιπεῖν ἀήττητον.2

もし彼が全軍を戦闘に投入し、大半の兵が敵を通り過ぎて敵の財物へと殺到することがなかったならば、敵のいかなる部隊をも無敗のまま残すことはなかったと思われる。

構文注2 件
  1. 44.2ὡς οὐκέτι τῇ πόλει τηλικούτου φρονήματος ἐγγενέσθαι δυναμένου

    接続詞 ὡς に続く独立属格構文。主格相当の名詞句は τηλικούτου φρονήματος、分詞は δυναμένου であり、不定詞 ἐγγενέσθαι を補足にとる。ὡς は話者(ブルートゥス)の主観的判断・主張としての理由(「〜であると考え/主張して」)を表す。

  2. 44.6οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν ἀπολιπεῖν ἀήττητον

    直前の条件節(εἰ δὲ πᾶσιν ἐχρήσατο...)に対する過去の反実仮想の帰結節。不変化小辞 ἄν は直説法未完了過去 ἐδόκει にかかり、全体として「〜したであろうと思われた(=おそらく〜を残さなかったであろう)」という推量を表す。ἐδόκει の主語は前述の主語(ブルートゥス)であり、不定詞句 ἀπολιπεῖν ... を従える人称構文(対格補語 οὐδὲν ... μέρος、述語補語 ἀήττητον)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:44.1-44.6