- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:41.1-41.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンティオキア側の塹壕作業と混乱のなか、ブルートゥス軍は合言葉の徹底を待たずに突撃し、カエサル軍の左翼を迂回して敵陣を占領したが、病身のカエサル本人は夢のお告げにより事前に脱出していた。
ἔτυχον δʼ οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου περικόπτοντες.
アントニウスの一隊はちょうど、陣を敷いていた湿地から平原へと塹壕を掘り進め、カッシウスの海への通路を遮断しているところであった。
ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς διʼ ἀσθένειαν, ἀλλʼ ἡ δύναμις,1 οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς ὀρύσσοντας ἐπιταράσσειν·
一方カエサルは、病のために自身は不在であったものの、その軍勢が控えていたが、敵が総力を挙げて戦いを挑んでくるとは全く予期しておらず、ただ陣地構築の工事に対して出撃を試み、軽投射兵器と喚声によって塹壕を掘る者たちを撹乱するにすぎないと考えていた。
καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην.
そして正面に対陣する者たちに注意を払わず、塹壕のあたりから湧き起こる、正体は判然としないが甚だしく押し寄せてくる叫び声に驚いていた。
ἐν τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλαλαγμῷ προσεφέροντο τοῖς πολεμίοις.
この間に、ブルートゥスから部隊長たちへ合言葉の記された木板が配られ、彼自身も馬で部隊の間を巡って兵を激励していたが、伝えられた合言葉を聞き取れた者は少数にとどまり、大半の兵はそれを待つことなく、一斉の突進と鬨の声とともに敵へと襲いかかった。
γενομένης δὲ διʼ ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα2 παρήλλαττε τὸ Καίσαρος ἀριστερόν·
この無秩序のために部隊に足並みの乱れと分裂が生じたが、まずメッサラの部隊が、次いでそれに連なる諸部隊がカエサルの左翼をすり抜けた。
καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλʼ ὑπερκεράσαντες, ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον.
そして敵の最後尾の端にわずかに触れて少数を討ち倒しただけで、包囲するように回り込んで陣営へと突入した。
καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ, τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθʼ ὕπνον ἰδόντος ὄψιν κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς3 ἔδοξέ τε τεθνάναι.
カエサルは、彼自身が回想録に記しているように、友人の一人マルクス・アルトリウスが夢の中で、カエサルが陣営から退いて他所へ避難するように命じる幻影を見たため、直前にひそかに運び出されて難を逃れていたが、討ち死にしたと思われていた。
τὸ γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βάλλοντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.
というのも、空の輿を兵たちが投げ槍や長槍で突き刺して貫いたからである。陣営内では捕らえられた者たちの殺戮が行われ、救援として最近到着したばかりの二千名のラケダイモン人たちもともに切り倒された。
- 41.2ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς διʼ ἀσθένειαν, ἀλλʼ ἡ δύναμις
主動詞 ἐφήδρευε(三人称単数)の主語として当初文法的に Καῖσαρ が置かれているが、直後に「病気のために自身はおらず、その軍勢が」と意味上の修正がなされている(意味構文あるいはくびき語法[zeugma])。主語が単数名詞から集合名詞 ἡ δύναμις に移行し、後続の分詞 προσδοκῶσα や動詞 ἐθαύμαζον(文脈上の兵士たちを主語とする三人称複数)へと係っていく。
- 41.5τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα
中性名詞 τάγμα(部隊、軍団)の省略。τὸ Μεσσάλα は「メッサラの部隊」を意味し、続く τὰ συνεζευγμένα はそれに隣接・連結していた他の諸部隊(中性複数)を指す。文全体の主語として機能し、述語動詞 παρήλλαττε に係っている。
- 41.7ἔφθασε μικρὸν ὑπεκκομισθεὶς
動詞 φθάνω と受動相分詞 ὑπεκκομισθείς による慣用構文。「〜するのに先んじる」「間一髪で〜した」の意で、カエサルが敵の突入直前にひそかに運び出されて脱出していたことを表す。副詞 μικρόν は「わずか前に」という時間的近接を示す。
