← プルタルコス

ブルトゥス伝

§35.1-35.6

部下の不正処罰を巡るブルートゥスとカッシウスの議論

ブルートゥスが部下の横領を厳格に処罰したことでカッシウスと意見が対立するが、ブルートゥスはカエサル暗殺の大義を想起させ、身内の不正を見逃すことの不義を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§35.1

τῇ δʼ ὑστεραίᾳ Βροῦτος ἄνδρα Ῥωμαῖον ἐστρατηγηκότα καὶ πεπιστευμένον ὑπʼ αὐτοῦ, Λεύκιον Πέλλαν, Σαρδιανῶν κατηγορούντων ἐπὶ κλοπαῖς δημοσίᾳ καταγνοὺς ἠτίμωσε·

その翌日、ブルートゥスは法務官を務めたことがあり自身からも信任されていたローマ人ルキウス・ペッラを、サルディス人たちからの横領の告発を受けて公に有罪と宣告し、公民権を剥奪した。

§35.2

καὶ τὸ πρᾶγμα Κάσσιον οὐ μετρίως ἐλύπησεν. αὐτὸς γὰρ ὀλίγαις ἡμέραις ἔμπροσθεν ἐπὶ τοῖς αὐτοῖς ἐλεγχθέντας ἀδικήμασι δύο φίλους ἰδίᾳ νουθετήσας φανερῶς ἀφῆκε καὶ διετέλει χρώμενος.

そしてこの一件はカッシウスを少なからず不快にさせた。というのも、彼自身はその数日前、同様の不正行為で罪を立証された二人の友人を内々に訓戒しただけで公然と放免し、引き続き重用していたからである。

§35.3

ὅθεν ᾐτιᾶτο τὸν Βροῦτον ὡς ἄγαν ὄντα νόμιμον καὶ δίκαιον ἐν καιρῷ πολιτείας δεομένῳ καὶ φιλανθρωπίας.

そのため彼はブルートゥスを、政策的配慮(便宜)と寛容が求められている時局にあって、法と正義を重んじすぎていると非難した。

§35.4

ὁ δὲ τῶν εἰδῶν τῶν Μαρτίων ἐκέλευεν αὐτὸν μνημονεύειν ἐκείνων, ἐν αἷς Καίσαρα ἔκτειναν, οὐκ αὐτὸν ἄγοντα καὶ φέροντα πάντας ἀνθρώπους, ἀλλʼ ἑτέρων δύναμιν ὄντα ταῦτα πρασσόντων·1

しかしブルートゥスは、彼らがカエサルを殺害したあの三月十五日(イードゥス)のことを思い起こすよう求めた。そのカエサル自身がすべての人々を略奪していたのではなく、そうした行為を行う他の者たちの庇護者(権力の後ろ盾)となっていたのである。

§35.5

ὡς, εἴτις ἔστι πρόφασις καλὴ μεθʼ ἧς ἀμελεῖται τὸ δίκαιον, ἄμεινον ἦν τοὺς Καίσαρος φίλους ὑπομένειν ἢ τοὺς ἑαυτῶν περιορᾶν ἀδικοῦντας.

もし正義をなおざりにしてもよい立派な口実というものがあるのなら、カエサルの友人たちに甘んじて耐えていたほうが、自分たちの友人が不正を働くのを見過ごすよりもましであった、と。

§35.6

ἐκείνοις μὲν γὰρ ἀνανδρίας, ἀδικίας δὲ δόξα μετὰ κινδύνων ἡμῖν καὶ πόνων πρόσεστι.2 τοιαύτη μὲν ἡ τοῦ Βρούτου προαίρεσις ἦν.

なぜなら、前者の場合には卑怯の悪名がつきまとうにすぎないが、われわれには危険と労苦を伴ったうえで不正の悪名がついて回ることになるからである。 ブルートゥスの志操(方針)は、このようなものであった。

構文注2 件
  1. 35.4οὐκ αὐτὸν ἄγοντα καὶ φέροντα πάντας ἀνθρώπους, ἀλλʼ ἑτέρων δύναμιν ὄντα ταῦτα πρασσόντων

    対格分詞 ἄγοντα, ὄντα は先行する対格名詞 Καίσαρα を修飾する。慣用句 ἄγειν καὶ φέρειν は「略奪・収奪する」を意味する。続く ἑτέρων ... πρασσόντων は名詞 δύναμιν にかかる所属属格で、「そのような悪行をなす他の者たちの(後ろ盾となる)権力」の意。

  2. 35.6ἐκείνοις μὲν γὰρ ἀνανδρίας, ἀδικίας δὲ δόξα μετὰ κινδύνων ἡμῖν καὶ πόνων πρόσεστι

    述語動詞 πρόσεστι(与格をとる)と主語 δόξα の対応関係。前半の ἐκείνοις μὲν γὰρ [δόξα] ἀνανδρίας [πρόσεστι] において δόξα と動詞が省略されている。ἐκείνοις(与格)は仮定文の「カエサルの友人たちに甘んじる場合(前者の状況)」に相当する対象、ἡμῖν は現在の「われわれ」を指す対比構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:35.1-35.6