← プルタルコス

ブルトゥス伝

§20.1-20.11

カエサルの公葬とアントニウスによる民衆扇動

カエサルの遺言状の開示と公葬にブルートゥスが同意した結果、アントニウスの演説によって煽動された民衆が暴徒化して暗殺者たちの邸宅を襲撃し、同姓同名の詩人キンナが無残に殺害される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§20.1

μετὰ δὲ ταῦτα περὶ τῶν Καίσαρος διαθηκῶν καὶ ταφῆς αὐτοῦ λόγων ἐμπεσόντων, καὶ τῶν περὶ τὸν Ἀντώνιον ἀξιούντων τάς τε διαθήκας ἀναγνωσθῆναι καὶ τοῦ σώματος ἐκφορὰν γενέσθαι μὴ κεκρυμμένην μηδʼ ἄτιμον, ὡς μὴ καὶ τοῦτο παροξύνῃ τὸν δῆμον, Κάσσιος μὲν ἰσχυρῶς ἀντέλεγεν, εἶξε δὲ Βροῦτος καὶ συνεχώρησε, δεύτερον ἁμαρτεῖν τοῦτο δόξας.1

これらのことの後、カエサルの遺言状と埋葬についての議論が持ち上がり、アントニウスの一派が、民衆をこれによっても刺激することのないよう、遺言状を朗読し、遺体の出棺も秘密裏に行わず名誉を損なわないものとすることを要求した時、カッシウスは強く反対したが、ブルートゥスは譲歩してこれを承認し、ここで二度目の過ちを犯したとみなされた。

§20.2

καὶ γὰρ Ἀντωνίου φεισάμενος αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι.2

というのも、彼はアントニウスの命を救ったことで陰謀派の勢力に対し強力で手強い敵を砦のごとく築き上げることになったという非難を受け、また埋葬に関することをアントニウスが要求した通りのやり方で行わせたことで万事を水泡に帰させたという非難を受けたからである。

§20.3

πρῶτον μὲν γὰρ ἐν ταῖς διαθήκαις δεδομένων κατʼ ἄνδρα Ῥωμαίοις πᾶσι δραχμῶν ἑβδομήκοντα πέντε καὶ τῷ δήμῳ τῶν πέραν τοῦ ποταμοῦ κήπων ἀπολελειμμένων, οὗ νῦν ἐστι Τύχης ἱερόν, εὔνοια θαυμαστὴ καὶ πόθος αὐτοῦ τοὺς πολίτας εἷλεν·

というのは、まず第一に、遺言状の中で全ローマ市民に一人あたり75ドラクマが与えられ、民衆に対して現在フォルトゥナの神殿がある川の対岸の庭園が遺贈されていたため、彼に対する驚くべき好意と追慕の情が市民たちを捉えたからである。

§20.4

ἔπειτα τοῦ σώματος εἰς τὴν ἀγορὰν κομισθέντος Ἀντώνιος ἔπαινον, ὥσπερ ἔθος ἐστὶ, διεξελθών, καὶ τὰ πλήθη κινούμενα πρὸς τὸν λόγον ὁρῶν, εἰς οἶκτον μετέβαλε, καὶ τὴν ἐσθῆτα λαβὼν τὴν Καίσαρος ᾑμαγμένην ἀνέπτυξεν, ἐπιδεικνύμενος τάς διακοπὰς καὶ τῶν τραυμάτων τὸ πλῆθος.

次に、遺体が広場に運ばれると、アントニウスは慣例に従って追悼演説を述べ、群衆が演説によって動揺しているのを見て同情を誘う調子へと転じ、血に染まったカエサルの衣服を取り上げて広げ、切り裂かれた跡や無数の傷跡を見せつけた。

§20.5

ἦν οὖν ἰδεῖν οὐδὲν ἔτι κόσμῳ γινόμενον·3 ἀλλʼ οἱ μὲν ἐβόων τοὺς ἀνδροφόνους ἀναιρεῖν, οἱ δʼ, ὥσπερ ἐπὶ Κλωδίου τοῦ δημαγωγοῦ πρότερον, ἀπὸ τῶν ἐργαστηρίων τὰ βάθρα καὶ τάς τραπέζας ἀνασπῶντες καὶ συγκομίζοντες εἰς ταὐτό παμμεγέθη πυρὰν ἔνησαν·

その結果、もはや何事も秩序をもって行われるのを見ることはできなかった。ある者たちは人殺したちを殺害せよと叫び、他の者たちはかつての民衆扇動家クロディウスの時のように、作業場から腰掛けや机を引っ張り出して同じ場所に集め、極めて巨大な火葬の薪を積み上げた。

§20.6

καὶ τὸν νεκρὸν ἐπιθέντες ἐν μέσῳ πολλῶν μὲν ἱερῶν, πολλῶν δʼ ἀσύλων καὶ ἀβεβήλων τόπων καθήγιζον.

そして遺体をその上に載せ、多くの聖所、また多くの不可侵かつ神聖な場所のただ中で火葬に付した。

§20.7

ὡς δὲ τὸ πῦρ ἐξέλαμψεν, ἀλλαχόθεν ἄλλος προσφερόμενοι καὶ δαλοὺς ἀνασπῶντες ἡμιφλέκτους διέθεον ἐπὶ τάς οἰκίας τῶν ἀνῃρηκότων αὐτὸν ὡς ἐμπρήσοντες.4

火が燃え上がると、人々はあちこちから次々と駆け寄り、半ば燃えさかる燃え木を引き抜いて、カエサルを殺害した者たちの家を焼き払おうと駆け出した。

§20.8

ἀλλʼ ἐκεῖνοι μὲν εὖ πεφραγμένοι πρότερον ἀπεκρούσαντο τὸν κίνδυνον ἦν δέ τις Κίννας, ποιητικὸς ἀνὴρ, οὐδὲν τῆς αἰτίας μετέχων, ἀλλὰ καὶ φίλος Καίσαρος γεγονώς.

しかし彼らは前もって防備を固めていたためその危険を撃退した。ところで、詩作に携わる人で、陰謀の容疑には全く関わっておらず、それどころかカエサルの友人であったキンナという者がいた。

§20.9

οὗτος ὄναρ ᾤετο καλούμενος ὑπὸ Καίσαρος ἐπὶ δεῖπνον ἀρνεῖσθαι, τὸν δὲ λιπαρεῖν καὶ βιάζεσθαι, τέλος δʼ ἄγειν λαβόμενον τῆς χειρὸς εἰς ἀχανῆ τόπον καὶ σκοτεινόν, αὐτὸν δʼ ἄκοντα καὶ τεθαμβημένον ἕπεσθαι.

この人物は夢の中で、カエサルから夕食に招かれ、それを断ろうとするが、カエサルが懇願し無理強いし、ついに手を取って底知れぬ暗闇の場所へと連れて行き、自分は嫌がり怯えながらついて行く、と思った。

§20.10

ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν5 διὰ νυκτός· ὅμως δʼ ἕωθεν ἐκκομιζομένου τοῦ σώματος αἰδούμενος μὴ παρεῖναι προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον.

この夢を見た彼には、夜通し発熱するということが起きた。それでも夜明けに遺体が出棺される際、参列しないことを恥じて、すでに狂乱状態にあった群衆の中へと進み出た。

§20.11

ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι,6 ἀλλʼ ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.

だが彼は見咎められ、本来のキンナではなく、先だって民会でカエサルを口汚く罵ったあのキンナであると見なされて、八つ裂きにされてしまった。

構文注6 件
  1. 20.1δεύτερον ἁμαρτεῖν τοῦτο δόξας

    主語のブルートゥスに一致する主格分詞 δόξας にアオリスト不定詞 ἁμαρτεῖν と同格・内制対格の τοῦτο が結びついている。「この点において二度目の過ちを犯したとみなされ(思われ)」の意。δοκέω が受動的に「〜と見なされる」の意味で使われ、分詞構文として後続の καὶ γὰρ 以下の理由文へと論理をつなぐ。

  2. 20.2αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι

    αἰτίαν ἔσχεν(非難・責任を負った)が二つの不定詞句 ἐπιτειχίσαι と σφαλῆναι を統語的に支配している。前者は Ἀντωνίου φεισάμενος(アントニウスを助命したことによって)を原因とし、後者は ἐάσας γενέσθαι(〜となるのを許したことによって)を原因とする。τοῦ παντὸς σφαλῆναι は「万事を失墜させた、すべてを破滅させた」の意(σφάλλω + 離脱の属格)。

  3. 20.5ἦν οὖν ἰδεῖν οὐδὲν ἔτι κόσμῳ γινόμενον

    ἦν + 不定詞(ἰδεῖν)は「〜することが可能であった(見ることができた)」を表す非人称構文(ἔξεστιν に相当)。οὐδὲν γινόμενον は知覚動詞 ἰδεῖν の補語をなす分詞句で、「いかなる事も秩序正しく行われているのを(見出すことはできなかった)」の意。

  4. 20.7ὡς ἐμπρήσοντες

    ὡς + 未来分詞は動作の意図・目的を表す(「〜を焼き払おうとして/焼き払うつもりで」)。主節の動詞 διέθεον(駆け回った)にかかる副詞的用法。

  5. 20.10ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν

    非人称動詞 συνέβη + 与格(αὐτῷ)+ 不定詞(πυρέττειν)構文。「この光景を見た彼に、熱を出すということが生じた(彼は一晩中熱を出した)」の意。ἰδόντι は αὐτῷ に一致するアオリスト分詞。

  6. 20.11δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι

    δόξας(〜とみなされて)に続く不定詞 εἶναι の述語補語が主格 οὐχ ὅσπερ ἦν Κίννας(本来のキンナではない)となっている。主語の一致(主格不定詞構文)による。群衆が詩人キンナを民会でカエサルを罵倒した法務官キンナ(ルキウス・コルネリウス・キンナ)と誤認したことを示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:20.1-20.11