- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:18.1-18.14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサル暗殺直後の混乱の中、ブルートゥスらはアントニウスを助命した上でカピトリウムへ移動し、広場に降りて演説を行って秩序を保とうとするが、キンナの告発演説が民衆の怒りを招いて再びカピトリウムへと退避する。
οὕτω δʼ ἀποθανόντος αὐτοῦ Βροῦτος μὲν εἰς μέσον προελθὼν ἐβούλετο λέγειν καὶ κατεῖχε θαρρύνων τὴν σύγκλητον· ἡ δʼ ὑπὸ δέους ἔφευγεν ἀτάκτως, καὶ περὶ τὰς θύρας ὠθισμὸς ἦν καὶ τάραχος, οὐδενὸς διώκοντος οὐδὲ κατεπείγοντος.
カエサルがこのようにして息絶えると、ブルートゥスは中央に進み出て演説しようとし、元老院を励まして引き止めようとした。しかし元老院は恐怖のあまり秩序もなく逃走し、誰も追跡しておらず追い立ててもいないのに、扉の周りでは押し合いと混乱が生じた。
ἰσχυρῶς γὰρ ἐδέδοκτο μηδένα κτείνειν ἕτερον, ἀλλὰ πάντας ἐπὶ τὴν ἐλευθερίαν ἀνακαλεῖσθαι.
というのも、他の誰も殺さず、全員を自由へと呼び戻すことが固く決議されていたからである。
καὶ τοῖς μὲν ἄλλοις πᾶσιν, ὁπηνίκα διεσκοποῦντο τὴν πρᾶξιν, ἤρεσκεν Ἀντώνιον ἐπισφάττειν Καίσαρι,1 μοναρχικὸν ἄνδρα καὶ ὑβριστὴν, ἰσχύν τε πεποιημένον ὁμιλίᾳ καὶ συνηθείᾳ πρὸς τὸ στρατιωτικόν, καὶ μάλισθʼ ὅτι τῷ φύσει σοβαρῷ καὶ μεγαλοπράγμονι προσειλήφει τὸ τῆς ὑπατείας ἀξίωμα τότε Καίσαρι συνάρχων.
そして他の全員は、その企てを検討していたとき、専制的な性質を持ち傲慢であり、軍隊との親交と馴染みによって実力をつけ、何よりも生まれつきの尊大さと野心に加えて当時はカエサルの同僚執政官として執政官の威厳を帯びていたアントニウスを、カエサルの犠牲に添えて刺し殺すことをよしとしていた。
ἀλλὰ Βροῦτος ἐνέστη πρὸς τὸ βούλευμα, πρῶτον μὲν ἰσχυριζόμενος τῷ δικαίῳ, δεύτερον δʼ ὑποτιθεὶς ἐλπίδα τῆς μεταβολῆς.
しかしブルートゥスはその計略に反対した。第一には正義を固く主張し、第二には変心の希望を抱かせたからである。
οὐ γὰρ ἀπεγίνωσκεν εὐφυᾶ καὶ φιλότιμον ἄνδρα καὶ δόξης ἐραστὴν τὸν Ἀντώνιον, ἐκποδὼν Καίσαρος γενομένου, συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας,2 ἐπισπασθέντα τῷ ζήλῳ πρὸς τὸ καλὸν ὑπʼ αὐτῶν.
というのも、彼は、カエサルが排除されれば、アントニウスが天賦の才に恵まれ名誉を重んじ名声を愛する人物である以上、競争心によって高貴な善へと彼らに引き寄せられ、祖国とともに自由を追求する力を合わせるようになるだろうという望みを捨ててはいなかったのである。
οὕτω μὲν Ἀντώνιον Βροῦτος περιεποίησεν ἐν δὲ τῷ τότε φόβῳ μεταβαλὼν ἐσθῆτα δημοτικὴν ἔφυγεν.
こうしてブルートゥスはアントニウスを助命したが、アントニウスはその時の恐怖から平民の服に着替えて逃走した。
οἱ δὲ περὶ Βροῦτον εἰς τὸ Καπετώλιον ἐχώρουν, ᾑμαγμένοι τὰς χεῖρας, καὶ τὰ ξίφη γυμνὰ δεικνύντες ἐπὶ τὴν ἐλευθερίαν παρεκάλουν τοὺς πολίτας.
一方、ブルートゥスの一行は、手を血に染め、抜き身の剣を示しながら市民たちに自由を呼びかけつつ、カピトリウムへと進んでいった。
τὸ μὲν οὖν πρῶτον ἦσαν ἀλαλαγμοί, καὶ διαδρομαὶ τῷ πάθει κατὰ τύχην ἐπιγινόμεναι πλείονα τὸν θόρυβον ἐποίησαν·
初めのうちは鬨の声が上がり、その事件にたまたま生じた人々の走り回る騒ぎが混乱をいっそう大きくした。
ὡς δʼοὔτε φόνος ἄλλος οὔθʼ ἁρπαγή τινος ἐγίνετο τῶν κειμένων, θαρροῦντες ἀνέβαινον οἵ τε βουλευταὶ καὶ τῶν δημοτῶν πολλοὶ πρὸς τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον.
しかし、それ以上の殺害も、置かれていた品々の略奪も起きないことがわかると、議員たちも多くの平民たちも勇気を得て、カピトリウムの者たちのもとへと登っていった。
ἁθροισθέντος δὲ τοῦ πλήθους διελέχθη Βροῦτος ἐπαγωγὰ τοῦ δήμου καὶ πρέποντα τοῖς πεπραγμένοις.
群衆が集まると、ブルートゥスは民衆の心を引きつけ、成された行為に相応しい演説を行った。
ἐπαινούντων δὲ καὶ κατιέναι βοώντων θαρροῦντες κατέβαινον εἰς ἀγοράν, οἱ μὲν ἄλλοι συνεπόμενοι μετʼ ἀλλήλων, Βροῦτον δὲ πολλοὶ τῶν ἐπιφανῶν περιέποντες ἐν μέσῳ πάνυ λαμπρῶς κατῆγον ἀπὸ τῆς ἄκρας καὶ κατέστησαν ἐπὶ τῶν ἐμβόλων.
民衆が賞賛し降りてくるよう叫ぶと、彼らは勇気を得て広場へと下りていった。他の者たちは互いに連れ立って従い、多くの著名人たちはブルートゥスを中心に取り囲んで極めて華々しく砦から案内し、演壇の上に立たせた。
πρὸς δὲ τὴν ὄψιν οἱ πολλοί, καίπερ μιγάδες ὄντες καὶ παρεσκευασμένοι θορυβεῖν, διέτρεσαν καὶ τὸ μέλλον ἐδέχοντο κόσμῳ καὶ σιωπῇ.
その光景に対して群衆は、混成の烏合の衆であり騒擾を起こす態勢にあったにもかかわらず、恐れをなして整然と沈黙のうちにこれからの事態を受け入れた。
προελθόντος δʼ αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον ὅτι δʼ οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν.
彼が進み出ると、全員が演説のために静粛を保った。しかし、この行いが万人の意にかなっていたわけではないということは、キンナが話し始めてカエサルを告発し出すと、民衆が怒りを爆発させキンナを罵倒し始め、その結果、その者たち〔ブルートゥス一行〕が再びカピトリウムへと退去したことで明らかとなった。
ἔνθα δὴ δεδιὼς πολιορκίαν ὁ Βροῦτος ἀπέπεμπε τοὺς ἀρίστους τῶν συναναβάντων, οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον.3
そこでブルートゥスは包囲されることを恐れ、自分たちと共に登ってきた身分の高い者たちを退出させた。彼らが事件の責を負っていない以上、危険を共に引き受けるべきではないと考えたからである。
- 18.3ἐπισφάττειν Καίσαρι
ἐπισφάζω は犠牲獣の上に追加の犠牲を捧げることを意味し、与格 Καίσαρι は前置詞 ἐπί に従属する。「カエサルの上に(犠牲として)重ねて殺す」、すなわち「カエサルに加えてアントニウスも殺害する」の意味。
- 18.5συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας
複合動詞 συνεφάπτομαι が与格(τῇ πατρίδι「祖国のために/祖国とともに」)と属格(τῆς ἐλευθερίας「自由を掴み取る/追求する」)の二重格支配をとっている構文。「祖国と力を合わせて自由を確保すること」を表す。
- 18.14οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον
οὐκ ἀξιῶν(〜すべきでないと考え)が対格不定詞構文(αὐτοὺς συνυποδύεσθαι)を導く。否定詞 μή を伴う分詞 μὴ μετέχοντας は条件節「もし関与していないのならば」または理由「関与していない以上」を表す。
