← プルタルコス

ブルトゥス伝

§15.1-15.9

重なる不穏な出来事と自制するブルートゥス

カエサルの遅参や密謀漏洩を思わせる言葉、妻ポルキアの昏倒の知らせなど不穏な出来事が重なるが、ブルートゥスは私情に流されず暗殺計画の場にとどまる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15.1

καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε· πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα τῆς ἡμέρας προηκούσης καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν ὑπὸ τῶν μάντεων.

だが、偶然にも多くの動揺を誘う出来事が彼らに降りかかった。まず何よりも、日が高くなってもカエサルが一向に姿を見せず、不吉な予兆のために妻によって家にとどめ置かれ、占い師たちによって外出を阻まれていることであった。

§15.2

δεύτερον δὲ Κάσκᾳ τῶν συνειδότων ἑνὶ προσελθών τις καὶ λαβόμενος τῆς δεξιᾶς, σὺ μὲν, εἶπεν, ἀπεκρύψω τὸ ἀπόρρητον, ὦ Κάσκα, πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν.

次に、共謀者の一人であるカスカのもとへある男が近づき、その右手を取って、「あなたは、」と言った、「秘密を、カスカよ、私たちに隠していたが、ブルートゥスが私にすべてを明かしてくれたぞ。」

§15.3

ἐκπλαγέντος δὲ τοῦ Κάσκα γελάσας ἐκεῖνος, πόθεν, ἔφη, ταχέως οὕτως, ὦ μακάριε, πεπλούτηκας ὥστʼ εἰς ἀγορανομίαν ἀποδύεσθαι; παρὰ τοσοῦτον μὲν ὁ Κάσκας ἦλθε σφαλεὶς ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον·1

カスカが驚愕すると、その男は笑って、「いったいどこから、」と言った、「これほど素早く、幸運な友よ、アエディリス職に名乗りを上げるほどの富を得たのだ?」 このようにカスカは、言葉の曖昧さに惑わされ、秘密を漏らしてしまう寸前まで追い込まれたのであった。

§15.4

αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον ἀνὴρ βουλευτικὸς Ποπίλιος Λαίνας ἀσπασάμενος προθυμότερον καὶ ψιθυρίσας ἠρέμα, συνεύχομαι, φησὶν, ὑμῖν ἐκτελεῖν ἃ κατὰ νοῦν ἔχετε καὶ παρακελεύομαι μὴ βραδύνειν· οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα. καὶ ταῦτʼ εἰπὼν ἀπέστη πολλὴν ὑποψίαν ἐμβαλὼν τοῦ πεπύσθαι τὴν πρᾶξιν.2

さらに、ブルートゥス自身とカッシウスに対し、元老院議員であるポピリウス・ラエナスが極めて熱心に挨拶を交わし、小声で静かに、「私は、」と言った、「あなた方が心に期していることを成し遂げられるよう祈っており、遅れを取らぬよう勧めます。この事はもはや伏せられてはいないのですから。」 そしてこう言い残して立ち去ったため、〔彼が〕計画を探り知ったのではないかという強い疑念を抱かせた。

§15.5

ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν.

そうした折、家からある者がブルートゥスのもとへと走ってきて、彼の妻が死にかけていると告げた。

§15.6

ἡ γὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήν τε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπʼ ἀγορᾶς ἕκαστον ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε.

というのもポルキアは、これからの事態に心を苛まれ、重い憂慮に堪えかねて、かろうじて自分を家の中にとどめていたものの、あらゆる騒音や叫び声に対して、あたかもバッコス祭の熱狂に憑りつかれた女たちのように外へと駆け出し、フォルムから戻ってくる者のそれぞれにブルートゥスが何をしているかと問いただしては、別の使者を絶え間なく送り出していたからである。

§15.7

τέλος δὲ τοῦ χρόνου μῆκος λαμβάνοντος οὐκέτʼ ἀντεῖχεν ἡ τοῦ σώματος δύναμις, ἀλλʼ ἐξελύθη καὶ κατεμαραίνετο τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δʼ αὐτὴν,3 ὥσπερ ἐτύγχανεν, ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, ἥ τε χρόα μεταβολὴν ἐλάμβανε καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν.

そしてついに、時間が長引くにつれ、肉体の力はもはや持ち堪えられず、心が行き場を失って困惑のうちに悶える中で脱力し衰弱していった。そして寝室へと退く暇もなく、居合わせた場所の中央に座り込んだまま、失神と手の施しようのない茫然自失が彼女を取り囲み、顔色は変わり、声は完全に途絶えてしまった。

§15.8

αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς.

召使いの女たちはその光景を見て泣き叫び、近隣の人々が扉へと駆けつけたため、彼女が息を引き取ったという噂が瞬く間に広がり、巷に流布した。

§15.9

οὐ μὴν ἀλλʼ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρʼ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδʼ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.

しかしながら、まもなく息を吹き返して我に返った彼女を女たちが手当てしていた。一方のブルートゥスは、その報せが届いたことで当然動揺したものの、公の務めを放棄することも、感情に流されて私情に走ることも決してなかった。

構文注3 件
  1. 15.3παρὰ τοσοῦτον μὲν ὁ Κάσκας ἦλθε σφαλεὶς ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον

    「παρὰ τοσοῦτον ἦλθε + 不定詞」は「〜する寸前まで至る、あやうく〜しそうになる」を表す慣用構文。主語は ὁ Κάσκας であり、分詞 σφαλείς(アオリスト受動分詞「惑わされて」)が原因・手段を表し、ἀμφιβολίᾳ(与格「曖昧さによって」)に係る。不定詞 προέσθαι(アオリスト不定詞「手放す、漏らす」)がこの慣用句の帰結・目的を表している。

  2. 15.4τοῦ πεπύσθαι τὴν πρᾶξιν

    冠詞付き完了不定詞属格で、直前の名詞 ὑποψίαν(「疑念」)の内容を具体的に規定する同格的・説明的属格(epexegetical genitive)、あるいは目的格的属格(objective genitive)として機能している。主語は文脈上ポピリウス・ラエナスを指し、「(彼が)その行動を探知したという疑念」を表す。

  3. 15.7παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δʼ αὐτὴν

    動詞 φθάνω は通常分詞を伴って「〜するより早く…する」を表すが、否定辞 οὐκ と不定詞を伴い、後続の接続詞(ここでは δέ)と相関して「〜する暇もなく…した」「〜するかしないかのうちに…が起きた」という急速な展開を表す慣用的な統語法。ここでは「寝室へ引き下がる暇もなく、彼女を失神が取り囲んだ」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:15.1-15.9