← プルタルコス

ディオン伝

§52.1-52.6

ディオンの質素な生活と民衆への厳格な態度

勝利後のディオンは寛大に恩賞を配分しつつも、アカデメイアの哲学者さながらの極めて質素な生活を貫いて称賛されたが、民衆への態度は頑なで、プラトンの忠告にもかかわらず尊大な厳格さを緩めなかった。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§52.1

οὕτω δὲ τῶν πραγμάτων αὐτῷ προκεχωρηκότων οὐδὲν ἀπολαῦσαι πρότερον ἠξίωσε τῆς παρούσης εὐτυχίας ἢ τὸ καὶ φίλοις χάριτας καὶ συμμάχοις δωρεάς, μάλιστα δὲ τοῖς ἐν ἄστει συνήθεσι καὶ ξένοις ἀπονεῖμαί τινα φιλανθρωπίας καὶ τιμῆς μερίδα,1 τῇ μεγαλοψυχίᾳ τὴν δύναμιν ὑπερβαλλόμενος, ἑαυτὸν δὲ λιτῶς καὶ σωφρόνως ἐκ τῶν τυχόντων διῴκει, θαυμαζόμενος ὅτι, μὴ μόνον Σικελίας τε καὶ Καρχηδόνος, ἀλλὰ καὶ τῆς Ἑλλάδος ὅλης ἀποβλεπούσης πρὸς αὐτὸν εὐημεροῦντα, καὶ μηδὲν οὕτω μέγα τῶν τότε νομιζόντων,2 μηδʼ ἐπιφανεστέρας περὶ ἄλλον ἡγεμόνα τόλμης καὶ τύχης γεγονέναι δοκούσης, οὕτω παρεῖχεν ἑαυτὸν ἐσθῆτι καὶ θεραπείᾳ καὶ τραπέζῃ μέτριον, ὥσπερ ἐν Ἀκαδημείᾳ συσσιτῶν μετὰ Πλάτωνος, οὐκ ἐν ξεναγοῖς καὶ μισθοφόροις διαιτώμενος, οἷς αἱ καθʼ ἑκάστην ἡμέραν πλησμοναὶ καὶ ἀπολαύσεις παραμυθία τῶν πόνων καὶ τῶν κινδύνων εἰσίν.

事態がこのように彼にとって進展したとき、彼は現在の幸運からまず何を享受すべきかと考えた際、気前の良さにおいて自らの資力を超え出るほどに、友らには感謝の念を、同盟者らには贈り物を、とりわけ市中の知己や客分らには慈愛と栄誉の相応の分前を分配すること以上に優先すべきものはないとみなした。他方で、自分自身は身の回りにある質素なものをもって質素かつ節度を保ちながら処し、シケリアやカルタゴのみならず全ギリシアが繁栄を極める彼に目を注ぎ、当時の何ものもこれほど偉大ではなく、また他のいかなる指導者の周辺にもこれほど輝かしい胆力と幸運が生じたことはないとみなされていたにもかかわらず、衣服や従者や食卓においてこれほど控えめな姿を保っていたので、人々から驚嘆された。それはあたかも、日々の飽食や享楽が苦労や危険の慰めとなっている客将や傭兵たちのただ中で暮らしているのではなく、アカデメイアでプラトンと共に会食しているかのようであった。

§52.4

ἀλλʼ ἐκείνῳ μὲν Πλάτων ἔγραφεν ὡς πρὸς ἕνα νῦν τῆς οἰκουμένης τοῦτον ἅπαντες ἀποβλέπουσιν, αὐτὸς δὲ ἐκεῖνος, ὡς ἔοικεν, ἀφεώρα πρὸς ἓν χωρίον μιᾶς πόλεως, τὴν Ἀκαδήμειαν, καὶ τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστὰς ἐγίνωσκεν οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας, ἀλλὰ μόνον εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται καὶ παρέχει μέτριον ἑαυτὸν ἐν πράγμασι μεγάλοις ἀποσκοποῦντας.3

しかし、プラトンは彼に宛てて、今や全居住世界の人々がこのただ一人の人物へと目を注いでいると書き送っていたものの、彼自身は、どうやら一つの都市の一つの場所、すなわちアカデメイアへと視線を向け返しており、そこにいる人々こそが、いかなる偉業も大胆さも勝利をも称賛せず、ただ彼が幸運を端正かつ思慮深く用いているか、また大いなる事態の中で自らを節度あるものとして保っているかのみを見守る観客であり審判者であると認識していたのである。

§52.5

τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν4 μηδὲ χαλάσαι, καίτοι τῶν πραγμάτων αὐτῷ χάριτος ἐνδεῶν ὄντων, καὶ Πλάτωνος ἐπιτιμῶντος, ὡς εἰρήκαμεν, καὶ γράφοντος ὅτι ἡ αὐθάδεια ἐρημίᾳ σύνοικός ἐστιν.

とはいえ、人との交際における威厳や民衆に対する頑なな態度からは何ものをも減じず、緩めまいと固執した。彼自身の情勢が寛仁な愛嬌を必要としていたにもかかわらず、またプラトンが、すでに述べたように彼を戒め、自己本位の頑固さは孤立と同居するものだと書き送っていたにもかかわらずである。

§52.6

ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακουσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.

しかし、彼は生まれつき人に好かれ親しまれることに対して融通の利かない気質を備えていたようであり、また過度に弛緩しふやけてしまったシラクサ人たちを力強く引き締め直そうと熱心であったのである。

構文注4 件
  1. 52.1οὐδὲν ἀπολαῦσαι πρότερον ἠξίωσε τῆς παρούσης εὐτυχίας ἢ τὸ καὶ φίλοις χάριτας καὶ συμμάχοις δωρεάς, μάλιστα δὲ τοῖς ἐν ἄστει συνήθεσι καὶ ξένοις ἀπονεῖμαί τινα φιλανθρωπίας καὶ τιμῆς μερίδα

    主動詞 ἠξίωσε(「〜とみなした、よしとした」)の補語として不定詞 ἀπολαῦσαι(分離・出処の属格 τῆς παρούσης εὐτυχίας を伴う)が置かれ、比較表現 πρότερον ... ἢ(「〜より先に/〜以上に」)によって冠詞付き不定詞句 τὸ ... ἀπονεῖμαι と比較・対比されている。構文の骨格は「τὸ ἀπονεῖμαι すること以上に、現在の幸運から何ものをも(先に)享受すべきではないと考えた」となる。

  2. 52.2μηδὲν οὕτω μέγα τῶν τότε νομιζόντων

    属格独立構文(genitive absolute)であり、直前の Σικελίας τε καὶ Καρχηδόνος, ἀλλὰ καὶ τῆς Ἑλλάδος ὅλης ἀποβλεπούσης(地名が住民を換喩的に表す)を受けて、その住民たち(「当時の人々」)を意味上の主語とする意味的一致(constructio ad sensum)によって男性複数分詞 νομιζόντων が用いられている。μηδέν は νομιζόντων の目的語、οὕτω μέγα は述語的対格、τῶν τότε は部分の属格(「当時の物事・人物のうちで」)。

  3. 52.4ἀποσκοποῦντας

    分詞 ἀποσκοποῦντας(対格男性複数)は、先行する τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστάς を修飾する。これに先立つ οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας と ἀλλὰ μόνον ... ἀποσκοποῦντας が対比され、後続の間接疑問節 εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται ...(「幸運を端正かつ思慮深く用いているかどうか」)を導いている。

  4. 52.5τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν

    動詞 ἐφιλονείκει(「頑なに執着した/固執した」)が不定詞 ὑφελεῖν(「削る、取り除く」)および χαλάσαι を伴い、文頭の前置された属格句 τοῦ ... ὄγκου καὶ τοῦ ... ἀτενοῦς(「威厳と頑なな態度から」)は ὑφελεῖν が要求する分離または部分の属格として目的語 μηδέν に係っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:52.1-52.6