← プルタルコス

ディオン伝

§45.1-45.6

市民の懇願によるディオンの急行と市街突入

シラクサが壊滅の危機に瀕する中、政敵ヘラクレイデスを含む全市民がディオンに救援を乞い、ディオンは軍を急行させて市街へ突入し、決戦の布陣を敷く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§45.1

τοῦτο τὸ πάθος μάλιστα τὴν πόλιν ἀνέῳξε Δίωνι πάντων συμφωνησάντων. ἔτυχε μὲν γὰρ οὐκέτι σπουδῇ πορευόμενος, ὡς ἤκουσεν εἰς τὴν ἀκρόπολιν κατακεκλεῖσθαι τοὺς πολεμίους.

まさにこの惨禍が、全員の一致によってディオンに対して都市を開かせることになった。というのも、彼は敵が城塞の中に閉じこもったと聞いてからは、もはや急ぐことなく行軍していたからである。

§45.2

προϊούσης δὲ τῆς ἡμέρας πρῶτον ἱππεῖς ἀπήντησαν αὐτῷ τὴν δευτέραν κατάληψιν ἀπαγγέλλοντες· ἔπειτα καὶ τῶν ὑπεναντιουμένων ἔνιοι παρῆσαν ἐπείγεσθαι δεόμενοι.

しかし日が進むにつれて、まず騎兵たちが彼を出迎えて第二の占領を告げ、次いで敵対者のうちの何人かも現れて、急行するよう懇願した。

§45.3

συντείνοντος δὲ τοῦ κακοῦ μᾶλλον Ἡρακλείδης τὸν ἀδελφὸν ἐξέπεμψεν, εἶτα Θεοδότην τὸν θεῖον, ἱκετεύων ἀρήγειν, ὡς μηδενὸς ἀντέχοντος τοῖς πολεμίοις, αὐτοῦ δὲ τετρωμένου, τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι.1

災難がますます激しさを増すと、ヘラクレイデスは弟を、次いで叔父のテオドテスを派遣し、敵に持ちこたえている者は一人もおらず、自身も負傷し、都市は覆滅され焼き払われるまであとわずかであるとして、救援を嘆願した。

§45.4

τοιούτων ἀγγελμάτων τῷ Δίωνι προσπεσόντων ἔτι μὲν ἑξήκοντα σταδίους τῶν πυλῶν ἀπεῖχε· φράσας δὲ τὸν κίνδυνον τοῖς ξένοις καὶ παρακελευσάμενος οὐκέτι βάδην ἦγεν, ἀλλὰ δρόμῳ τὸ στράτευμα πρὸς τὴν πόλιν, ἄλλων ἐπʼ ἄλλοις ἀντιαζόντων καὶ δεομένων ἐπείγεσθαι.

このような報せが次々とディオンのもとに飛び込んできたとき、彼はまだ城門から六十スタディオンの距離にいた。そこで傭兵たちに危機を告げて鼓舞すると、もはや並足で進むことはせず、相次いで出迎えては急行を乞う人々がいるなか、全軍を駆け足で都市へと進軍させた。

§45.5

χρησάμενος δὲ θαυμαστῷ τάχει καὶ προθυμίᾳ τῶν ξένων εἰσέβαλε διὰ τῶν πυλῶν εἰς τὴν Ἑκατόμπεδον λεγομένην·

そして傭兵たちの驚くべき迅速さと熱意に支えられ、城門を通ってヘカトンペドンと呼ばれる場所に突入した。

§45.6

καὶ τοὺς μὲν ἐλαφροὺς εὐθὺς ἀφῆκεν ἐλθεῖν πρὸς τοὺς πολεμίους, ὡς ἰδοῦσι θαρσῆσαι τοῖς Συρακουσίοις ἐγγένοιτο,2 τοὺς δʼ ὁπλίτας αὐτὸς συνέταττε καὶ τῶν πολιτῶν τοὺς ἐπιρρέοντας καὶ συνισταμένους, ὀρθίους λόχους ποιῶν καὶ διαιρῶν τὰς ἡγεμονίας, ὅπως πολλαχόθεν ἅμα προσφέροιτο φοβερώτερον.

そして軽装兵たちを直ちに敵に向かわせ、それを見たシラクサ人たちが勇気を取り戻せるようにする一方、自身は重装歩兵たちや、合流して集まってくる市民たちを整列させ、縦隊を編制して指揮権を分散させ、多方面から同時に迫ることでより一層の恐怖を敵に与えるようにした。

構文注2 件
  1. 45.3μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι

    μικρὸν ἀπέχω に不定詞が後続する慣用表現で、「…するまであとわずかである」「もう少しで…するところである」の意を表す。ここでは属格絶対構文(τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης)の中で完了不定詞(ἀνατετράφθαι, καταπεπρῆσθαι)を従え、都市が完全に覆滅され焼き払われる寸前にある切迫した状況を示している。

  2. 45.6ὡς ἰδοῦσι θαρσῆσαι τοῖς Συρακουσίοις ἐγγένοιτο

    非人称動詞 ἐγγίγνομαι(「可能である」)に不定詞 θαρσῆσαι と与格 τοῖς Συρακουσίοις が結合した構文に、分詞 ἰδοῦσι が与格として同格修飾している。「シラクサ人たちが見たときに(彼らが)勇気を出すことが可能になるように」という目的節(ὡς + 希求法)を形成する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:45.1-45.6