- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:43.1-43.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使者たちの報告の後、ディオンは涙を流しながらも兵たちにシラクサ救援を訴え、兵たちは熱狂的に出陣を求めて夜間の進軍が決まる。
παυσαμένων δὲ τούτων σιγὴ μὲν εἶχε πολλὴ τὸ θέατρον ἀναστάντος δὲ τοῦ Δίωνος καὶ λέγειν ἀρξαμένου πολλὰ τῶν δακρύων ἐκπίπτοντα1 τὴν φωνὴν ἐπέσχεν· οἱ δὲ ξένοι παρεκάλουν θαρρεῖν καὶ συνήχθοντο.
使者たちが話を終えると、劇場には深い沈黙が垂れ込めたが、ディオンが立ち上がって語り始めると、あふれ落ちる大粒の涙がその声を遮った。外国人傭兵たちは彼を励まし、ともに悲しんだ。
μικρὸν οὖν ἀναλαβὼν ἐκ τοῦ πάθους ἑαυτὸν ὁ Δίων, ἄνδρες, ἔφη, Πελοποννήσιοι καὶ σύμμαχοι, βουλευσομένους ὑμᾶς ἐνταῦθα περὶ ὑμῶν αὐτῶν συνήγαγον.
そこでディオンは感情の高ぶりからいくらか気を取り戻すと、次のように言った。 「ペロポネソス人ならびに同盟者の方々、私はあなたがたがご自身のことについて協議できるように、あなたがたをここに集めました。
ἐμοὶ δὲ περὶ ἐμαυτοῦ βουλεύεσθαι καλῶς οὐκ ἔχει Συρακουσῶν ἀπολλυμένων, ἀλλʼ εἰ σῶσαι μὴ δυναίμην, ἄπειμι τῷ πυρὶ καὶ τῷ πτώματι τῆς πατρίδος ἐνταφησόμενος.
しかし私自身にとっては、シラクサが滅亡に瀕しているいま、自分自身のことについて思案するのはふさわしいことではありません。だが、もし救うことができないならば、私は祖国の炎と瓦礫の中に葬られる覚悟で赴く所存です。
ὑμεῖς δέ, βουλόμενοι μὲν ἔτι καὶ νῦν βοηθεῖν2 τοῖς ἀβουλοτάτοις ἡμῖν καὶ δυστυχεστάτοις, ὑμέτερον ἔργον οὖσαν ὀρθοῦτε τὴν Συρακουσίων πόλιν·
あなたがたにあっては、最も思慮を欠き最も不運なわれわれを今なお救援したいとお望みならば、あなたがた自身の功業であるシラクサの都市を復興してください。
εἰ δὲ μεμφόμενοι Συρακουσίοις ὑπερόψεσθε, τῆς γε πρότερον ἀρετῆς καὶ προθυμίας περὶ ἐμὲ χάριν ἀξίαν κομίζοισθε παρὰ τῶν θεῶν, μεμνημένοι Δίωνος, ὡς οὔθʼ ὑμᾶς ἀδικουμένους πρότερον οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος.3
もしシラクサ人たちを責めて見殺しにされるおつもりなら、かつて私に示してくださった勇気と熱意に対する相応しい報いを神々から受けられますように。かつて不正を受けていたあなたがたを見捨てることもなく、後には不運に見舞われた市民たちを見捨てることもなかったディオンを心に留めておいてください」
ἔτι δʼ αὐτοῦ λέγοντος οἱ μὲν ξένοι μετὰ κραυγῆς ἀνεπήδησαν ἄγειν καὶ βοηθεῖν κατὰ τάχος κελεύοντες, οἱ δὲ πρέσβεις τῶν Συρακουσίων περιβαλόντες ἠσπάσαντο πολλὰ μὲν ἐκείνῳ, πολλὰ δὲ τοῖς ξένοις ἀγαθὰ παρὰ τῶν θεῶν εὐχόμενοι.
彼がまだ語っている最中に、傭兵たちは喚声を上げて跳び起き、直ちに出陣して救援に向かうよう求めた。シラクサの使者たちはディオンに抱きついて挨拶を交わし、ディオンに対しても傭兵たちに対しても神々からの多くの恵みを祈り求めた。
καταστάντος δὲ τοῦ θορύβου παρήγγειλεν ὁ Δίων εὐθὺς ἀπιόντας παρασκευάζεσθαι καὶ δειπνήσαντας ἥκειν μετὰ τῶν ὅπλων εἰς αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐγνωκὼς διὰ νυκτὸς βοηθεῖν.
騒ぎが静まると、ディオンは直ちに引き揚げて準備を整え、夕食を済ませたら武器を携えてまさにその場所へ集合するよう命じた。夜のうちに救援へ赴く決意を固めていたからである。
- 43.1πολλὰ τῶν δακρύων ἐκπίπτοντα
πολλά は τῶν δακρύων(部分属格)を伴う中性複数主格の名詞的用法(「涙のうち多くのものが」)として主語を成し、分詞 ἐκπίπτοντα がこれに一致し、述語動詞 ἐπέσχεν と結合して「とめどなく落ちる涙が声を遮った」という因果関係を直接的に表している。
- 43.4ὑμεῖς δέ, βουλόμενοι μὲν ἔτι καὶ νῦν βοηθεῖν
分詞 βουλόμενοι は条件節(εἰ βούλεσθε)に相当する副詞的機能(条件的分詞)を持ち、後続する εἰ δὲ μεμφόμενοι... ὑπερόψεσθε と μέν...δέ によって明確な条件の対立を成している。主節の動詞 ὀρθοῦτε は現在命令法であり、「もし望むならば復興せよ」という促しとなる。
- 43.5μεμνημένοι Δίωνος, ὡς οὔθʼ ὑμᾶς ἀδικουμένους πρότερον οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος
μεμνημένοι は属格(Δίωνος)を支配する。接続詞 ὡς に続く ἐγκαταλιπόντος は属格 Δίωνος に一致する分詞で、彼らがディオンを「〜した人物として」心に刻むべき観点・理由を述べている。対比される οὔθʼ ὑμᾶς ἀδικουμένους と οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας はともに ἐγκαταλιπόντος の直接目的語(対格)である。
