← プルタルコス

ディオン伝

§35.1-35.7

海戦での勝利とフィリストスの無惨な処刑

ソーシスの狂言が暴かれて彼に死刑が下り民衆はディオンと和解するが、海戦での勝利により傭兵を侮るようになったシュラクサイ人は、捕縛した老将フィリストスを残虐に侮辱して処刑する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§35.1

ἦν μὲν οὖν ἤδη μοχθηρὰ τὰ περὶ τὸν Σῶσιν προσγενομένων δὲ τούτοις τοῖς ἐλέγχοις οἰκετῶν καταμαρτυρούντων1 ὡς ἔτι νυκτὸς ἐξέλθοι μόνος ἔχων τὸ ξυρόν, οἵ τε κατηγοροῦντες τοῦ Δίωνος ὑπεχώρησαν ὅ τε δῆμος καταψηφισάμενος θάνατον τοῦ Σώσιδος διηλλάσσετο τῷ Δίωνι.

このようにソーシスの立場はすでに不利なものとなっていたが、こうした証拠に加えて、彼が夜のうちに一人で剃刀を持って外出したと召使いたちが証言したため、ディオンを告発していた者たちは身を引き、民衆はソーシスに死刑を宣告してディオンと和解した。

§35.2

τοὺς δὲ μισθοφόρους οὐδὲν ἧττον ἐν ὑποψίαις εἶχον, καὶ μάλιστα τῶν πλείστων ἀγώνων πρὸς τὸν τύραννον ἤδη γινομένων κατὰ θάλατταν, ἐπειδὴ Φίλιστος ἧκεν ἐξ Ἰαπυγίας ἔχων πολλὰς τριήρεις Διονυσίῳ βοηθήσων, καὶ τῶν ξένων ὄντων ὁπλιτῶν οὐδεμίαν ἔτι χρῆσιν ἐνόμιζον εἶναι πρὸς τὸν πόλεμον, ἀλλὰ κἀκείνους ἐφʼ ἑαυτοῖς ἔσεσθαι ναυβάταις οὖσι2 καὶ τὸ κράτος ἐκ τῶν νεῶν κτωμένοις.

しかし民衆は傭兵たちに依然として劣らぬ不信感を抱いていた。とりわけ僭主に対する戦いの大部分がすでに海上で戦われるようになっており、フィリストスがディオニュシオスを救援するために多くの三段櫂船を率いてヤピュギアから到来していたうえ、傭兵たちが重装歩兵であることから戦争においてこれ以上何の役にも立たず、むしろ水兵であり軍船から覇権を手に入れている自分たちに彼ら(傭兵たち)も頼ることになるだろうと考えていたからである。

§35.3

ἔτι δὲ μᾶλλον αὐτοὺς ἐπῆρεν εὐτυχία τις γενομένη κατὰ θάλασσαν, ἐν ᾗ νικήσαντες τὸν Φίλιστον ὠμῶς καὶ βαρβαρικῶς αὐτῷ προσηνέχθησαν.

さらに、海上で生じたある勝利が彼らをいっそう気勢づかせたが、その戦いにおいて彼らはフィリストスを打ち破ると、彼に対して残酷かつ野蛮な仕打ちを加えた。

§35.4

Ἔφορος μὲν οὖν φησιν ὡς ἁλισκομένης τῆς νεὼς ἑαυτὸν ἀνέλοι, Τιμωνίδης δὲ πραττομέναις ἐξ ἀρχῆς ταῖς πράξεσι ταύταις μετὰ Δίωνος παραγενόμενος καὶ γράφων πρὸς Σπεύσιππον τὸν φιλόσοφον ἱστορεῖ ζῶντα ληφθῆναι τῆς τριήρους εἰς τὴν γῆν ἐκπεσούσης τὸν Φίλιστον·

エポロスによれば、船が捕らえられるときに自害したというが、当初からディオンとともにこれらの事績に関わり、哲学者スペウシッポスへ手紙を書き送っていたティモニデスは、三段櫂船が陸地に乗り上げたところをフィリストスが生け捕りにされたと記している。

§35.5

καὶ πρῶτον μὲν ἀποδύσαντας αὐτοῦ τὸν θώρακα τοὺς Συρακουσίους καὶ γυμνὸν ἐπιδειξαμένους τὸ σῶμα προπηλακίζειν ὄντος ἤδη γέροντος·3 ἔπειτα τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τοῖς παισὶ παραδοῦναι τὸ σῶμα, κελεύσαντας ἕλκειν διὰ τῆς Ἀχραδινῆς καὶ καταβαλεῖν εἰς τὰς Λατομίας.

そしてまずシュラクサイ人たちは彼の胸甲を剥ぎ取り、その肉体を裸にしてさらし、すでに老人であったにもかかわらず侮辱を加えたという。それから首を切り落とし、死体を少年たちに引き渡して、アクラディナ地区を通って引きずり回し、石切り場へ投げ込むよう命じたという。

§35.6

ἔτι δὲ μᾶλλον ἐφυβρίζων ὁ Τίμαιος ἐκ τοῦ σκέλους φησὶ τοῦ χωλοῦ τὰ παιδάρια τὸν νεκρὸν ἐφαψάμενα τοῦ Φιλίστου σύρειν διὰ τῆς πόλεως· χλευαζόμενον ὑπὸ τῶν Συρακουσίων πάντων, ὁρώντων τοῦ σκέλους ἑλκόμενον τὸν εἰπόντα4 μὴ δεῖν ἐκ τυραννίδος φεύγειν Διονύσιον ἵππῳ ταχεῖ χρώμενον, ἀλλὰ τοῦ σκέλους ἑλκόμενον.

ティマイオスはいっそう侮辱を込めて、少年たちが不自由な足をつかんでフィリストスの死体を町中引きずり回し、ディオニュシオスは韋駄天の馬に乗って僭主の座から逃亡すべきではなく、足をつかまれて引きずり出されるべきであると言ったまさにその男が、足をつかまれて引きずられているのを見て、すべてのシュラクサイ人が嘲笑したのだと述べている。

§35.7

καίτοι τοῦτο Φίλιστος, ὡς ὑφʼ ἑτέρου λεχθέν, οὐχ ὑφʼ αὑτοῦ, πρὸς Διονύσιον ἐξήγγελκεν.

もっとも、この言葉はフィリストス自身ではなく他人が言ったものとして、彼がディオニュシオスに報告したのであるが。

構文注4 件
  1. 35.1προσγενομένων δὲ τούτοις τοῖς ἐλέγχοις οἰκετῶν καταμαρτυρούντων

    独立属格構文(προσγενομένων... οἰκετῶν καταμαρτυρούντων)の中に、動詞 προσγίγνομαι が要求する与格補語 τούτοις τοῖς ἐλέγχοις(これらの証拠に)が組み込まれている。主語となる οἰκετῶν に対し、現在分詞 καταμαρτυρούντων が証言の内容(ὡς 節)を導いている。

  2. 35.2κἀκείνους ἐφʼ ἑαυτοῖς ἔσεσθαι ναυβάταις οὖσι

    間接話法における対格不定詞構文。κἀκείνους(=καὶ ἐκείνους)は傭兵たちを指す不定詞の対格主語。前置詞句 ἐφʼ ἑαυτοῖς は「〜の掌中に、〜に依存して」を意味し、再帰代名詞 ἑαυτοῖς は主節の思考の主体であるシュラクサイ人(民衆)を指す。続く ναυβάταις οὖσι は ἑαυτοῖς と格一致(与格)して「水兵である自分たちに」とその理由・属性を補足している。

  3. 35.5ὄντος ἤδη γέροντος

    前文ではフィリストスは対格(τὸν Φίλιστον)で表され、この節でも προπηλακίζειν の目的語や彼の武具・肉体(τὸν θώρακα, τὸ σῶμα)は対格であるが、ここでは主語を省略した独立属格(あるいは先行する属格 αὐτοῦ に一致する分詞句)ὄντος ἤδη γέροντος が用いられ、「彼がすでに老人であったにもかかわらず」という譲歩あるいは状況補足を表している。

  4. 35.6χλευαζόμενον ὑπὸ τῶν Συρακουσίων πάντων, ὁρώντων τοῦ σκέλους ἑλκόμενον τὸν εἰπόντα

    χλευαζόμενον は前出の死体(τὸν νεκρόν)にかかる対格分詞。分詞 ὁρώντων は先行する対格ではなく、属格 τῶν Συρακουσίων πάντων と格一致している。その目的語である τὸν εἰπόντα(〜と言った男を)に受動分詞 ἑλκόμενον(引きずられている)が係り、かつてその男自身が発したとされる表現 τοῦ σκέλους ἑλκόμενον(足をつかまれて引きずり出される)が皮肉にもそのまま反復されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:35.1-35.7