- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:87.1-87.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
オクタウィアがアントニウスの遺児たちを引き取って育て、婚姻を通じて名門と結びつけたこと、そしてその血統がクラウディウス、カリグラ、ネロといった後代のローマ皇帝たちへと受け継がれていった経緯が語られる。
Ἀντωνίου δὲ γενεὰν ἀπολιπόντος ἐκ τριῶν γυναικῶν ἑπτὰ παῖδας, ὁ πρεσβύτατος Ἄντυλλος ὑπὸ Καίσαρος ἀνῃρέθη μόνος· τοὺς λοιποὺς δὲ Ὀκταουία παραλαβοῦσα μετὰ τῶν ἐξ ἑαυτῆς ἔθρεψε. καὶ Κλεοπάτραν μὲν τὴν ἐκ Κλεοπάτρας Ἰόβᾳ τῷ χαριεστάτῳ βασιλέων συνῴκισεν, Ἀντώνιον δὲ τὸν ἐκ Φουλβίας οὕτω μέγαν ἐποίησεν ὥστε τὴν πρώτην παρὰ Καίσαρι τιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λιβίας παίδων ἐχόντων, τρίτον εἶναι καὶ δοκεῖν Ἀντώνιον.1
アントニウスは三人の妻から七人の子を遺したが、長男のアンテュッロスのみがカエサルによって処刑された。残りの子らはオクタウィアが引き取り、自らの子らとともに育てた。そしてクレオパトラから生まれた娘クレオパトラを王たちのなかで最も雅量あるユバに嫁がせ、フルウィアから生まれた子アントニウスを非常に重用したため、カエサルから受ける栄誉において、アグリッパが第一位、リウィアの子らが第二位を占めるなかで、アントニウスが第三位にあり、またそう見なされるほどであった。
ἐκ δὲ Μαρκέλλου δυεῖν αὐτῇ θυγατέρων οὐσῶν, ἑνὸς δὲ υἱοῦ Μαρκέλλου, τοῦτον μὲν ἅμα παῖδα καὶ γαμβρὸν ἐποιήσατο Καῖσαρ, τῶν δὲ θυγατέρων Ἀγρίππᾳ τὴν ἑτέραν ἔδωκεν. ἐπεὶ δὲ Μάρκελλος ἐτελεύτησε κομιδῆ νεόγαμος καὶ Καίσαρι γαμβρὸν ἔχοντα πίστιν οὐκ εὔπορον ἦν ἐκ τῶν ἄλλων φίλων ἑλέσθαι, λόγον ἡ Ὀκταουία προσήνεγκεν ὡς χρὴ τὴν Καίσαρος θυγατέρα λαβεῖν Ἀγρίππαν, ἀφέντα τὴν ἑαυτῆς.
一方、オクタウィアにはマルケッルスとの間に二人の娘と一人の息子マルケッルスがいたが、カエサルはこの息子を自らの子であると同時に娘婿とし、娘たちの一方をアグリッパに与えた。しかしマルケッルスが新婚間もなく世を去り、カエサルが他の友人たちのなかから信頼できる娘婿を選ぶことが容易でなかったため、オクタウィアは、アグリッパが彼女自身の娘と離縁してカエサルの娘を娶るべきである、と提案した。
πεισθέντος δὲ Καίσαρος πρῶτον, εἶτα Ἀγρίππου, τὴν μὲν αὑτῆς ἀπολαβοῦσα συνῴκισεν Ἀντωνίῳ, τὴν δὲ Καίσαρος Ἀγρίππας ἔγημεν. ἀπολειπομένων δὲ τῶν Ἀντωνίου καὶ Ὀκταουίας δυεῖν θυγατέρων τὴν μὲν Δομίτιος Ἀηνόβαρβος ἔλαβε, τὴν δὲ σωφροσύνῃ καὶ κάλλει περιβόητον Ἀντωνίαν Δροῦσος, ὁ Λιβίας υἱός, πρόγονος δὲ Καίσαρος.2 ἐκ τούτων ἐγένετο Γερμανικὸς καὶ Κλαύδιος·
まずカエサルが、次いでアグリッパがこれに同意したため、彼女は自分の娘を取り戻してアントニウスに嫁がせ、アグリッパはカエサルの娘を娶った。また、アントニウスとオクタウィアとの間に遺された二人の娘については、一方をドミティウス・アヘノバルブスが娶り、節度と美しさで名高いアントニアをリウィアの子でカエサルの継子であるドルススが娶った。彼らからゲルマニクスとクラウディウスが生まれた。
ὧν Κλαύδιος μὲν ὕστερον ἦρξε, τῶν δὲ Γερμανικοῦ παίδων Γάϊος μὲν ἄρξας ἐπιφανῶς οὐ πολὺν χρόνον ἀνῃρέθη μετὰ τέκνου καὶ γυναικός, Ἀγριππίνα δὲ υἱὸν ἐξ Ἀηνοβάρβου Λεύκιον Δομίτιον ἔχουσα Κλαυδίῳ Καίσαρι συνῴκησε. καὶ θέμενος τὸν υἱὸν αὐτῆς Κλαύδιος Νέρωνα Γερμανικὸν προσωνόμασεν. οὗτος ἄρξας ἐφʼ ἡμῶν ἀπέκτεινε τὴν μητέρα καὶ μικρὸν ἐδέησεν ὑπὸ ἐμπληξίας καὶ παραφροσύνης ἀνατρέψαι3 τὴν Ῥωμαίων ἡγεμονίαν, πέμπτος ἀπὸ Ἀντωνίου κατʼ ἀριθμὸν διαδοχῆς γενόμενος.
このうちクラウディウスはのちに皇帝となり、ゲルマニクスの子らのうちガイウスは長からぬ期間、華々しく統治したのちに妻子とともに殺害された。そしてアグリッピナは、アヘノバルブスとの間に生まれた息子ルキウス・ドミティウスを連れてクラウディウス・カエサルに嫁いだ。クラウディウスは彼女の息子を養子とし、ネロ・ゲルマニクスと名付けた。このネロが我々の時代に皇帝となって母を殺害し、その狂気と狂躁によって危うくローマの支配体制を覆すところであったが、彼は代数の順位においてアントニウスから数えて五代目にあたる。
- 87.1ὥστε τὴν πρώτην παρὰ Καίσαρι τιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λιβίας παίδων ἐχόντων, τρίτον εἶναι καὶ δοκεῖν Ἀντώνιον
結果を表す ὥστε 節の中で、挿入された独立属格句(Ἀγρίππου [sc. τιμὴν ἔχοντος] ... ἐχόντων)と、対格不定詞構文(Ἀντώνιον ... εἶναι καὶ δοκεῖν)が組み合わされている。Ἀγρίππου は対句構文の省略により後続の分詞 ἐχόντων(単数形 ἔχοντος 相当)を共有している。
- 87.3πρόγονος δὲ Καίσαρος
πρόγονος は通例「先祖」を意味するが、ヘレニズム期・帝政期のギリシア語(特にプルタルコス)においては、ラテン語の privignus(継子・義理の息子)の定訳として用いられる。ここではアウグストゥス(カエサル)の妻リウィアの前夫の子であるドルススを指している。
- 87.4μικρὸν ἐδέησεν ὑπὸ ἐμπληξίας καὶ παραφροσύνης ἀνατρέψαι
動詞 δέω(「欠ける・足りない」)の過去形を用いた慣用表現(μικρὸν δέω + 不定詞)で、「あやうく〜するところであった」「〜するまであと一歩であった」を表す。μικρόν は不足の程度を示す内的な対格副詞句。
