← プルタルコス

アントニウス伝

§75.1-75.4

決戦を前の別れとディオニュソスの去る兆候

カエサルに決闘を拒否されたアントニウスは名誉ある死を期して決戦を決意し、従者や友人に別れを告げる。その夜、彼が信仰していたディオニュソス神が都市を去る超自然的な兆候が現れる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§75.1

πάλιν δὲ Ἀντώνιος ἔπεμπε Καίσαρα μονομαχῆσαι προκαλούμενος. ἀποκριναμένου δὲ ἐκείνου πολλὰς ὁδοὺς Ἀντωνίῳ παρεῖναι θανάτων, συμφρονήσας ὅτι τοῦ διὰ μάχης οὐκ ἔστιν αὐτῷ βελτίων θάνατος, ἔγνω καὶ κατὰ γῆν ἅμα καὶ θάλατταν ἐπιχειρεῖν. καὶ παρὰ δεῖπνον, ὡς λέγεται, τοὺς οἰκέτας ἐκέλευσεν ὑποχεῖν καὶ προθυμότερον εὐωχεῖν αὐτόν·

再びアントニウスはカエサルに使者を送り、一騎打ちを挑んだ。しかしカエサルが、アントニウスには死ぬ道がいくらでもあると答えたため、戦いによる死より優れた死は自分にはないと悟った彼は、陸と海の双方から同時に攻撃を仕掛けることを決意した。そして夕食の席で、伝えられるところでは、召使いたちに酒を注ぎ、自分をより手厚くもてなすよう命じた。

§75.2

ἄδηλον γάρ, εἰ τοῦτο ποιήσουσιν αὔριον ἢ δεσπόταις ἑτέροις ὑπηρετήσουσιν, αὐτὸς δὲ κείσεται σκελετὸς καὶ τὸ μηδὲν γενόμενος. τοὺς δὲ φίλους ἐπὶ τούτοις δακρύοντας ὁρῶν ἔφη μὴ προάξειν ἐπὶ τὴν μάχην, ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ νίκην.1

明日も彼らがこれを行うのか、あるいは他の主人たちに仕えるのかは定かでなく、自分自身は骸骨となって無に帰して横たわることになるからである。これを聞いて涙を流す友人たちを見て、彼は彼らを戦いへと連れ出さないと述べた。その戦いから、自分自身のために救いと勝利ではなく、むしろ名誉ある死を求めているからであると。

§75.3

ἐν ταύτῃ τῇ νυκτὶ λέγεται, μεσούσης σχεδόν, ἐν ἡσυχίᾳ καὶ κατηφείᾳ τῆς πόλεως διὰ φόβον καὶ προσδοκίαν τοῦ μέλλοντος οὔσης, αἰφνίδιον ὀργάνων τε παντοδαπῶν ἐμμελεῖς τινας φωνὰς ἀκουσθῆναι καὶ βοὴν ὄχλου μετὰ εὐασμῶν καὶ πηδήσεων σατυρικῶν, ὥσπερ θιάσου τινὸς οὐκ ἀθορύβως ἐξελαύνοντος·

この夜、ほぼ夜半のころ、未来への恐れと予期のために都市が静寂と沈鬱の中にあるとき、突如としてあらゆる楽器の調和のとれた響きと、歓声とサテュロスのような跳躍を伴う群衆の叫び声が、あたかも一つの信徒団が騒がしく行進していくかのように聞こえたと言われている。

§75.4

εἶναι δὲ τὴν ὁρμὴν ὁμοῦ τι διὰ τῆς πόλεως μέσης ἐπὶ τὴν πύλην ἔξω τὴν τετραμμένην πρὸς τοὺς πολεμίους, καὶ ταύτῃ τὸν θόρυβον ἐκπεσεῖν πλεῖστον γενόμενον.2 ἐδόκει δὲ τοῖς ἀναλογιζομένοις τὸ σημεῖον ἀπολείπειν ὁ θεὸς Ἀντώνιον, ᾧ μάλιστα συνεξομοιῶν καὶ συνοικειῶν ἑαυτὸν διετέλεσεν.

その進路はほぼ都市の中央を通って、敵に向かって開いている外の門へと向かい、そこで最も大きくなった騒音が消え去ったのだという。この前兆を思い巡らす人々には、アントニウスが終生最も自分を似せ、親しく結びつけてきた神が、彼を見捨てて去ったのだと思われた。

構文注2 件
  1. 75.2ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ νίκην

    関係代名詞節(ἐξ ἧς...)の内部で動詞が不定詞 ζητεῖν となっている。これは直前の主動詞 ἔφη に牽引された間接話法の波及による構文である。不定詞の意味上の主語は文脈上アントニウス自身(αὑτῷ を参照)であり、「彼自身が求めている(戦い)」を表す。

  2. 75.4ταύτῃ τὸν θόρυβον ἐκπεσεῖν πλεῖστον γενόμενον

    ταύτῃ は「その道を通って」あるいは「その門のところで」を指す副詞的与格。ἐκπεσεῖν は間接話法(λέγεται に支配される)の不定詞で、音が「外へ抜け出た」「消滅した」を表し、分詞 πλεῖστον γενόμενον は「最高潮に達したうえで」と時間的・様態的に修飾している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:75.1-75.4