- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:58.1-58.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルは資金難と民衆の反発に直面するが、アントニオスの開戦延期によって危機を脱する。その後、寝返ったアントニオスの部下からの情報に基づきウェスタ神殿の遺言書を押収・公開し、さらにクレオパトラに対するアントニオスの数々の失態を暴露して糾弾を強める。
Καῖσαρ δὲ τὸ τάχος καὶ τὸ μέγεθος τῆς παρασκευῆς ἀκούσας ἐθορυβήθη, μὴ τοῦ θέρους ἐκείνου διαπολεμεῖν ἀναγκασθῇ. καὶ γὰρ ἐνέδει πολλά, καὶ τοὺς ἀνθρώπους ἐλύπουν αἱ τῶν χρημάτων εἰσπράξεις· ἀναγκαζόμενοι γὰρ οἱ μὲν ἄλλοι τὰ τέταρτα τῶν καρπῶν, οἱ δὲ ἐξελευθερικοὶ τῶν κτημάτων αὐτῶν τὰς ὀγδόας ἀποφέρειν κατεβόων αὐτοῦ, καὶ ταραχαὶ κατεῖχον ἐκ τούτων ἅπασαν τὴν Ἰταλίαν.
一方カエサルは、準備の迅速さとその規模の大きさを耳にして、その年の夏のうちに決戦を強いられるのではないかと動揺した。というのも、多くの物資が不足しており、また民衆は金銭の徴収に苦しんでいたからである。一般の人々は収穫の四分の一を、解放奴隷層は所有財産そのものの八分の一を納めるよう強いられ、彼に対して非難の声を上げ、これによってイタリア全土が混乱に包まれていた。
ὅθεν ἐν τοῖς μεγίστοις ἁμαρτήμασιν Ἀντωνίου τὴν ἀναβολὴν τοῦ πολέμου τίθενται. καὶ γὰρ παρασκευάσασθαι χρόνον ἔδωκε Καίσαρι καὶ τὰς ταραχὰς τῶν ἀνθρώπων ἐξέλυσε. πραττόμενοι γὰρ ἠγριαίνοντο, πραχθέντες δὲ καὶ δόντες ἡσύχαζον.1 Τίτιος δὲ καὶ Πλάγκος, Ἀντωνίου φίλοι τῶν ὑπατικῶν, ὑπὸ Κλεοπάτρας προπηλακιζόμενοι ʽπλεῖστα γὰρ ἠναντιώθησαν αὐτῇ περὶ τοῦ συστρατεύεινʼ ἀποδράντες ᾤχοντο πρὸς Καίσαρα, καὶ περὶ τῶν Ἀντωνίου διαθηκῶν ἐγένοντο μηνυταί, τὰ γεγραμμένα συνειδότες.
それゆえ、戦争の開戦を遅らせたことがアントニオスの最大の過ちの一つに数えられている。事実、それによってカエサルに準備のための時間を与え、民衆の動揺を鎮静化させてしまったからである。人々は徴税を迫られているあいだは憤慨していたが、取り立てが終わり納付してしまうと沈静化していった。他方、アントニオスの友人で執政官経験者であったティティウスとプランクスは、クレオパトラから侮辱を受け(彼女が従軍することに激しく反対したためである)、逃亡してカエサルのもとへと走り、その文面を知っていたためアントニオスの遺言書について密告した。
ἀπέκειντο δʼ αὗται παρὰ ταῖς Ἑστιάσι παρθένοις, καὶ Καίσαρος αἰτοῦντος οὐκ ἔδωκαν· εἰ δὲ βούλοιτο λαμβάνειν, ἐλθεῖν αὐτὸν ἐκέλευον. ἔλαβεν οὖν ἐλθών· καὶ πρῶτον μὲν αὐτὸς ἰδίᾳ τὰ γεγραμμένα διῆλθε, καὶ παρεσημήνατο τόπους τινὰς εὐκατηγορήτους· ἔπειτα τὴν βουλὴν ἀθροίσας ἀνεγίνωσκε, τῶν πλείστων ἀηδῶς ἐχόντων.
この遺言書はウェスタの巫女たちのもとに保管されており、カエサルが要求したものの、彼女らは渡さなかった。もし手に入れたいと望むなら、彼自身が取りに来るよう求めたのである。そこで彼は自ら出向いてそれを受け取った。そしてまず彼自身が私的にその文面に目を通し、弾劾しやすい箇所に印を付けた。その後、元老院を招集して朗読したが、多くの議員たちは快く思わなかった。
ἀλλόκοτον γὰρ ἔδοξεν εἶναι καὶ δεινόν, εὐθύνας τινὰ διδόναι ζῶντα περὶ ὧν ἐβουλήθη γενέσθαι μετὰ τὴν τελευτήν. ἐπεφύετο δὲ τῶν γεγραμμένων μάλιστα τῷ περὶ τῆς ταφῆς.2 ἐκέλευε γὰρ αὑτοῦ τὸ σῶμα, κἂν ἐν Ῥώμῃ τελευτήσῃ, δι’ ἀγορᾶς πομπευθὲν εἰς Ἀλεξάνδρειαν ὡς Κλεοπάτραν ἀποσταλῆναι.
というのも、一人の人間が生きているうちに、その死後に起きることを望んだ事柄について責任を追及されるなど、奇怪かつ理不尽なことと思われたからである。しかしカエサルは、書かれた内容の中でも特に埋葬に関する条項に執拗に食らいついた。というのもアントニオスは、たとえ自分がローマで死んだとしても、遺体をフォルムを通って行進させた後、クレオパトラのもとアレクサンドリアへ送るよう命じていたからである。
Καλουΐσιος δὲ Καίσαρος ἑταῖρος ἔτι καὶ ταῦτα τῶν εἰς Κλεοπάτραν ἐγκλημάτων Ἀντωνίῳ προὔφερε· χαρίσασθαι μὲν αὐτῇ τὰς ἐκ Περγάμου βιβλιοθήκας, ἐν αἷς εἴκοσι μυριάδες βιβλίων ἁπλῶν ἦσαν· ἐν δὲ συνδείπνῳ πολλῶν παρόντων ἀναστάντα τρίβειν αὐτῆς τοὺς πόδας ἔκ τινος ὁρισμοῦ καὶ συνθήκης γενομένης· Ἐφεσίους δὲ ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους·3
さらにカエサルの友人であるカルウィシウスは、クレオパトラに関するアントニオスの罪状として以下のような事柄をも告発した。ペルガモンにあった二十万巻の単一巻物の書物を擁する図書館を彼女に贈与したこと。多くの者が同席する宴席において立ち上がり、ある取り決めや誓約に従って彼女の足を揉んだこと。彼が臨席している前で、エフェソス人たちがクレオパトラに女主人として挨拶するのを容認したこと。
δικάζοντα δὲ πολλάκις τετράρχαις καὶ βασιλεῦσιν ἐπὶ βήματος δελτάρια τῶν ἐρωτικῶν ὀνύχινα καὶ κρυστάλλινα δέχεσθαι παρʼ αὐτῆς καὶ ἀναγινώσκειν· Φουρνίου δὲ λέγοντος, ὃς ἦν ἀξιώματος μεγάλου καὶ δεινότατος εἰπεῖν Ῥωμαίων, τὴν μὲν Κλεοπάτραν ἐν φορείῳ διὰ τῆς ἀγορᾶς κομίζεσθαι, τὸν δὲ Ἀντώνιον, ὡς εἶδεν, ἀναπηδήσαντα τὴν μὲν δίκην ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.4
演壇の上でテトラルケスたちや王たちを裁いている最中に、しばしばオニキスや水晶で作られた彼女からの愛の書簡を受け取って読んだこと。また、大いなる威厳をもち、ローマ人の中で最も演説に長けていたフルニウスが弁論を行っていた際、クレオパトラが輿に乗って広場を通ると、アントニオスは彼女を目にするや跳び起き、裁判を放り出して、その輿にしがみつきながら彼女を見送ったことなどである。
- 58.2πραττόμενοι γὰρ ἠγριαίνοντο, πραχθέντες δὲ καὶ δόντες ἡσύχαζον.
動詞 πράσσω は二重対格を取って「(人に金を)徴収する・取り立てる」の意になり、ここでは受動態で使われている。現在分詞 πραττόμενοι は「徴収を求められている最中」、アオリスト分詞 πραχθέντες は「取り立てが完了した状態」を表し、時制のアスペクトの対比によって、徴収の手続き中の反発と完了後の沈静化が対比されている。
- 58.4ἐπεφύετο δὲ τῶν γεγραμμένων μάλιστα τῷ περὶ τῆς ταφῆς.
中受動相動詞 ἐπιφύομαι(取りつく、食らいつく、執拗に攻撃する)は、全体を表す属格(τῶν γεγραμμένων)と、その中の特定の対象を示す与格(τῷ περὶ τῆς ταφῆς)を併用している。「文書に記された事柄のうち、特に埋葬に関する条項に食らいついた」という構文である。
- 58.5Ἐφεσίους δὲ ἀνασχέσθαι παρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτραν ἀσπασαμένους
カルウィシウスの告発内容を並べる間接話法(対格不定詞構文)の一部。ἀνέχομαι(容認する、耐える)は目的語(対格 Ἐφεσίους)とそれに一致する補足分詞(ἀσπασαμένους)を取り、「エフェソス人たちが〜と挨拶するのを容認した」の意をなす。παρόντος αὐτοῦ は絶対属格。
- 58.6Φουρνίου δὲ λέγοντος ... τὴν μὲν Κλεοπάτραν ... κομίζεσθαι, τὸν δὲ Ἀντώνιον ... ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.
絶対属格(Φουρνίου δὲ λέγοντος)が先行し、告発内容を述べる間接話法の中で μὲν ... δέ による対比構造が続く。不定詞 κομίζεσθαι の意味上の主語が Κλεοπάτραν であり、続く不定詞 ἀπολιπεῖν および παραπέμπειν の意味上の主語が Ἀντώνιον である。分詞 ἀναπηδήσαντα と ἐκκρεμαννύμενον は Ἀντώνιον に一致している。
