← プルタルコス

アントニウス伝

§53.1-53.6

オクタウィアの留置とクレオパトラによる遠征延期

オクタウィアが支援物資と兵を携えてアテナイまで赴くも、夫アントニオスに引き留められる一方、クレオパトラは策動と哀願によってアントニオスを足止めし、パルティア遠征を延期させてアレクサンドリアへ連れ戻す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§53.1

ἐν δὲ Ῥώμῃ βουλομένης Ὀκταουίας πλεῦσαι πρὸς Ἀντώνιον, ἐπέτρεψε Καῖσαρ, ὡς οἱ πλείους λέγουσιν, οὐκ ἐκείνῃ χαριζόμενος, ἀλλʼ ὅπως περιυβρισθεῖσα καὶ καταμεληθεῖσα πρὸς τὸν πόλεμον αἰτίαν εὐπρεπῆ παράσχοι. γενομένη δὲ ἐν Ἀθήναις ἐδέξατο γράμματα παρὰ Ἀντωνίου κελεύοντος αὐτόθι προσμένειν καὶ τὰ περὶ τὴν ἀνάβασιν δηλοῦντος.

一方ローマでは、オクタウィアがアントニオスのもとへ船出することを望んだため、大方の者が言うところでは、カエサルは彼女に恩恵を施すためではなく、彼女が屈辱を受け軽視されることで戦争へのもっともらしい口実をもたらすようにと、それを許した。彼女はアテナイに着くと、当地に留まるよう命じ、内陸遠征の事情を知らせるアントニオスからの書状を受け取った。

§53.2

ἡ δέ, καίπερ ἀχθομένη καὶ νοοῦσα τὴν πρόφασιν, ὅμως ἔγραψε πυνθανομένη ποῖ κελεύει πεμφθῆναι τὰ κομιζόμενα πρὸς αὐτόν. ἐκόμιζε δὲ πολλὴν μὲν ἐσθῆτα στρατιωτικήν, πολλὰ δὲ ὑποζύγια καὶ χρήματα καὶ δῶρα τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις· ἐκτὸς δὲ τούτων στρατιώτας ἐπιλέκτους δισχιλίους εἰς στρατηγικὰς σπείρας κεκοσμημένους ἐκπρεπέσι πανοπλίαις. ταῦτα Νίγρος τις Ἀντωνίου φίλος ἀποσταλεὶς παρʼ αὐτῆς ἔφραζε, καὶ προσετίθει τοὺς ἀξίους καὶ πρέποντας ἐπαίνους.

彼女は、立腹しその口実を察知しながらも、彼のもとへと運ばれていく品々をどこへ送るよう命じるのかを尋ねる手紙を書いた。彼女は大量の軍服、多数の荷獣、金銭、そして彼の側近の将校や友人たちへの贈り物を携えていた。これらに加えて、近衛歩兵大隊のために選抜され、見事な武具一式で装飾された二千名の兵士たちをも携えていた。アントニオスの友人であるニゲルという男が彼女から派遣され、これらのことを告げ、しかるべき相応しい賛辞を付け加えた。

§53.3

αἰσθομένη δὲ ἡ Κλεοπάτρα τὴν Ὀκταουίαν ὁμόσε χωροῦσαν αὑτῇ, καὶ φοβηθεῖσα μὴ τοῦ τρόπου τῇ σεμνότητι καὶ τῇ Καίσαρος δυνάμει προσκτησαμένη τὸ καθʼ ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύειν Ἀντώνιον ἄμαχος γένηται1 καὶ κρατήσῃ παντάπασι τοῦ ἀνδρός, ἐρᾶν αὐτὴ προσεποιεῖτο τοῦ Ἀντωνίου, καὶ τὸ σῶμα λεπταῖς καθῄρει διαίταις· τὸ δὲ βλέμμα προσιόντος ἐκπεπληγμένον, ἀπερχομένου δὲ τηκόμενον καὶ ταπεινούμενον ὑπεφαίνετο.

しかしクレオパトラは、オクタウィアが自分と正面から渡り合おうとしていることに気づき、彼女がその人柄の気高さとカエサルの権力とに加えて、アントニオスを喜ばせるように交際し仕える術をも身につけて抗し難い存在となり、夫を完全に手中に収めてしまうのではないかと恐れ、自らアントニオスを熱愛しているふりをして、わずかな食事で体を衰弱させた。そして、彼が近づいてくると我を忘れた目つきを見せ、彼が立ち去るとやつれ落ち込みゆく様子をうかがわせた。

§53.4

πραγματευομένη δὲ πολλάκις ὀφθῆναι δακρύουσα ταχὺ τῶν δακρύων ἀφῄρει καὶ ἀπέκρυπτεν, ὡς δὴ βουλομένη λανθάνειν ἐκεῖνον. ἐπράττετο δὲ ταῦτα μέλλοντος τοῦ ἀνδρὸς ἐκ Συρίας ἀναβαίνειν πρὸς τὸν Μῆδον. οἱ δὲ κόλακες σπουδάζοντες ὑπὲρ αὐτῆς ἐλοιδόρουν τὸν Ἀντώνιον ὡς σκληρὸν καὶ ἀπαθῆ καὶ παραπολλύντα γύναιον εἰς ἕνα καὶ μόνον ἐκεῖνον ἀνηρτημένον.

彼女は何度も涙を流しているところを見られるよう画策しては、あたかも彼に気づかれないことを望んでいるかのように、素早く涙を拭って隠した。こうしたことは、この男がシリアからメディア王のもとへ内陸遠征を行おうとしていたまさにその時に行われていた。そして彼女のために奔走する追従者たちは、アントニオスを非情で無慈悲であり、彼一人だけに命を懸けているか弱い女性を見殺しにしていると非難した。

§53.5

Ὀκταουίαν μὲν γὰρ πραγμάτων ἕνεκα διὰ τὸν ἀδελφὸν συνελθεῖν2 καὶ τὸ τῆς γαμετῆς ὄνομα καρποῦσθαι· Κλεοπάτραν δὲ τοσούτων ἀνθρώπων βασιλεύουσαν ἐρωμένην Ἀντωνίου καλεῖσθαι, καὶ τοὔνομα τοῦτο μὴ φεύγειν μηδʼ ἀπαξιοῦν, ἕως ὁρᾶν ἐκεῖνον ἔξεστι καὶ συζῆν· ἀπελαυνομένην δὲ τούτου μὴ περιβιώσεσθαι.

というのも、オクタウィアは政略ゆえに弟のために一緒になったのであり、正妻の名を享受しているが、他方クレオパトラはこれほど多くの民を支配していながらアントニオスの情婦と呼ばれ、彼に会い共に暮らすことが許されている限りはこの名を避けもせず拒みもしないのに、彼から遠ざけられれば生き長らえることはできないだろう、というのであった。

§53.6

τέλος δʼ οὖν οὕτω τὸν ἄνθρωπον ἐξέτηξαν καὶ ἀπεθήλυναν, ὥστε δείσαντα μὴ Κλεοπάτρα πρόηται τὸν βίον, εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν, τὸν δὲ Μῆδον εἰς ὥραν ἔτους ἀναβαλέσθαι, καίπερ ἐν στάσει τῶν Παρθικῶν εἶναι λεγομένων. οὐ μὴν ἀλλὰ τοῦτον μὲν ἀναβὰς αὖθις εἰς φιλίαν προσηγάγετο, καὶ λαβὼν ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαν αὐτοῦ τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν ἐγγυήσας3 ἐπανῆλθεν, ἤδη πρὸς τὸν ἐμφύλιον πόλεμον τετραμμένος.

結局のところ、彼らはこの男の心をこのように蕩かし骨抜きにしたため、彼はクレオパトラが命を絶つのではないかと恐れてアレクサンドリアへと戻り、メディア王との約定を来春へと延期した。パルティア側の情勢は内紛にあると伝えられていたにもかかわらずである。それでも彼は再び内陸へ上ってこの王を味方に引き入れ、クレオパトラとの間にもうけた息子の一人の妻として、まだ幼かった王の娘の一人をもらい受けて婚約を結ばせたうえで、すでに内乱へと目を向けて帰還した。

構文注3 件
  1. 53.3προσκτησαμένη τὸ καθʼ ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύειν Ἀντώνιον ἄμαχος γένηται

    分詞 προσκτησαμένη は、与格名詞句(τοῦ τρόπου τῇ σεμνότητι καὶ τῇ Καίσαρος δυνάμει)に「〜を付け加える」という意味で冠詞付き不定詞(τὸ καθʼ ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύειν Ἀντώνιον)を目的語に取っている。この全体が条件的なニュアンスを含み、接続法 ἄμαχος γένηται(「抗し難い存在となる」)を導く恐れ(μὴ...)の従属節内の述語構造を成している。

  2. 53.5Ὀκταουίαν μὲν γὰρ πραγμάτων ἕνεκα διὰ τὸν ἀδελφὸν συνελθεῖν

    直前の οἱ δὲ κόλακες ... ἐλοιδόρουν から続く間接話法(oratio obliqua)であり、主動詞を伴わず対格と不定詞(Ὀκταουίαν ... συνελθεῖν, Κλεοπάτραν ... καλεῖσθαι, μὴ περιβιώσεσθαι)が連続して追従者たちの主張内容を述べている。

  3. 53.6λαβὼν ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαν αὐτοῦ τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν ἐγγυήσας

    二つの分詞 λαβών と ἐγγυήσας が組み合わさった構文。μίαν αὐτοῦ τῶν θυγατέρων(彼の娘の一人)が λαβών の目的語であり、同時に γυναῖκα(妻として)は述語的対格、ἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν は与格(「息子の一人に/のために」)である。分詞 ἐγγυήσας は「婚約させて/嫁がせる約束をして」の意で後続する動作・付帯状況を補足している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:53.1-53.6