- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:5.1-5.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クーリオの助力で護民官となったアントニウスは元老院でカエサル派を強力に擁護し、ポンペイウスとカエサルの双方同時武装解除を提案するが、執政官らによって追放され、変装してカエサルの陣営へ逃亡する。
ταῦτα μὲν οὖν ὕστερον· ἐπεὶ δὲ τὰ Ῥωμαίων πράγματα διέστη, τῶν μὲν ἀριστοκρατικῶν Πομπηΐῳ παρόντι προσθεμένων, τῶν δὲ δημοτικῶν Καίσαρα καλούντων ἐκ Γαλατίας ἐν τοῖς ὅπλοις ὄντα, Κουρίων ὁ Ἀντωνίου φίλος ἐκ μεταβολῆς θεραπεύων τὰ Καίσαρος Ἀντώνιον προσηγάγετο, καὶ μεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς πολλοῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναις ἀφειδῶς ἀφʼ ὧν Καῖσαρ ἐχορήγει, δήμαρχον ἀπέδειξε τὸν Ἀντώνιον, εἶτα τῶν ἐπʼ οἰωνοῖς ἱερέων,1 οὓς Αὔγουρας καλοῦσιν.
これらは後のことである。ローマの政情が分裂し、貴族派は市内にいるポンペイウスに加担し、民衆派はガリアから軍勢を率いるカエサルを呼び寄せようとしていた時、アントニウスの友人クーrawValueリオが立場を変えてカエサル派に仕えるようになり、アントニウスを味方に引き入れた。クーリオは民衆に対する弁論において絶大な影響力を持ち、カエサルから支給された資金を惜しみなく費やして、アントニウスを護民官に、次いで鳥卜官と呼ばれる神官の一人に就任させた。
ὁ δὲ εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς πολιτευομένοις ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦ ὑπάτου Πομπηΐῳ τούς τε συνειλεγμένους ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν ἑτέρους διδόντος ἐμποδὼν ἔστη, διάταγμα γράψας ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ·2
アントニウスは就任するや直ちに、カエサルのために政界で活動する者たちにとって少なからぬ助けとなった。まず第一に、執政官マルケッルスがすでに召集済みの兵士たちをポンペイウスに委ね、さらに新たな兵を徴募する権限を与えようとした際、アントニウスはこれを阻み、召集された軍勢はシリアへ航行してパルティア勢と戦うビブルスを救援すべきであり、ポンペイウスが徴募する兵士たちは彼に従ってはならないという布告文を発した。
δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος.3
第二に、元老院議員たちがカエサルの書簡を受け入れず、朗読することさえ許さなかった時、アントニウス自身が公職の権限によって自らそれを読み上げ、カエサルが書き送った内容から彼が正当で穏健な要求をしていると判断されたため、多くの議員の考えを翻意させた。
τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων, τῆς μὲν εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τὰ στρατεύματα, τῆς δὲ εἰ Καίσαρα, καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρʼ ὀλίγους κελευόντων,4 ἀναστὰς Ἀντώνιος ἠρώτησεν εἰ δοκεῖ καὶ Πομπήϊον ὁμοῦ καὶ Καίσαρα τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυνάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώνιον ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε Κάτων ἀντέπιπτε καὶ Λέντλος ὑπατεύων ἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲ πολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου ζεῦγος, ἐξώρμησε πρὸς Καίσαρα· καὶ κατεβόων εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις παρρησίας μέτεστιν, ἀλλʼ ἐλαύνεται καὶ κινδυνεύει πᾶς ὁ φθεγξάμενος ὑπὲρ τῶν δικαίων.
最後に、元老院で二つの諮問がなされ、一方はポンペイウスが軍を解散すべきか否か、もう一方はカエサルが解散すべきか否かというものであったが、ポンペイウスに武装解除を命じた者は少数で、ほぼ全員がカエサルに武装解除を命じた時、アントニウスが立ち上がり、ポンペイウスとカエサルの双方が同時に武装を解き軍勢を解散させるべきか否かを諮問した。全員がこの提案を熱狂的に受け入れ、歓声を上げてアントニウスを称賛し、表決に付すことを要求した。しかし執政官たちがこれを拒んだため、カエサルの友人たちは穏当と思われる別の要求を改めて提示したが、これにはカトーが強硬に反対し、現職執政官レントゥルスはアントニウスを元老院から追放した。アントニウスは退去しながら彼らに激しい呪いの言葉を投げかけ、奴隷の服を身にまとい、クィントゥス・カッシウスとともに荷車を雇ってカエサルのもとへと急ぎ出立した。そしてカエサルの陣営に姿を現すやいなや、彼らは、護民官にさえ言論の自由がなく、正義のために発言する者がことごとく追放され命を脅かされている以上、ローマの国制はもはや完全に崩壊していると叫び立てた。
- 5.1εἶτα τῶν ἐπʼ οἰωνοῖς ἱερέων
動詞 ἀπέδειξε の目的語として ἕνα(一人を)などの代名詞が省略されており、後続の τῶν ἐπʼ οἰωνοῖς ἱερέων はその部分属格である。あるいは ἀπέδειξε が属格を直接伴って「〜の職に任命した」を表す構文とも解されるが、文脈上「鳥卜官神官団の一員に選出させた」という意味になる。
- 5.2οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ
関係代名詞節 οὓς δὲ Πομπήϊος καταλέγει(ポンペイウスが徴募する者たち)が前置され、主節相当の接続法動詞 προσέχωσιν の意味上の主語(指示代名詞 οὗτοι)を内包している。関係代名詞 οὓς は καταλέγει の直接目的語として対格になっているが、全体としては「ポンペイウスが徴募する兵士たちは彼に従ってはならない」という主格主語の統語関係を形成している。
- 5.3δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος
属格独立構文(Καίσαρος ... δόξαντος)。δοκέω は個人的構文をとり、不定詞 ἀξιοῦν(要求すること)およびその目的語 δίκαια καὶ μέτρια を従えている。直訳すると「カエサルが、彼が書いた内容から、正当かつ節度あることを要求していると思われたので」となる。
- 5.4καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρʼ ὀλίγους κελευόντων
属格独立構文(ὀλίγων μὲν ... πάντων δὲ ... κελευόντων)の内部に対格不定詞構文(Πομπήϊον ... καταθέσθαι / Καίσαρα [sc. καταθέσθαι])が埋め込まれ、語順が倒置(hyperbaton)されている。ὀλίγων と πάντων παρʼ ὀλίγους が κελευόντων にかかる主語であり、不定詞句の主語である対格 Πομπήϊον と Καίσαρα が対比を際立たせるためにそれぞれの冒頭に前置されている。
