← プルタルコス

アントニウス伝

§33.1-33.4

カエサルへの対抗心とアントニウスのアテナイ滞在

ポンペイウスとの講和後、アントニウスとカエサルの関係は表面的には良好であったが、エジプト人の予言と賭け事での連敗により、アントニウスはカエサルを避けて東方へ移る。アテナイで越冬中にヴェンティディウスのパルティア撃退の勝報を受け取ると、彼は祝宴を開き、体育場監督官として市民的な生活を楽しんだ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§33.1

Ἀντώνιος δὲ μετὰ τὰς διαλύσεις Οὐεντίδιον μὲν εἰς Ἀσίαν προὔπεμπε Πάρθοις ἐμποδὼν ἐσόμενον τοῦ πρόσω χωρεῖν,1 αὐτὸς δὲ Καίσαρι χαριζόμενος ἱερεὺς ἀπεδείχθη τοῦ προτέρου Καίσαρος· καὶ τἆλλα κοινῶς καὶ φιλικῶς ἐν τοῖς πολιτικοῖς καὶ μεγίστοις ἔπραττον. αἱ δὲ περὶ τὰς παιδιὰς ἅμιλλαι τὸν Ἀντώνιον ἐλύπουν ἀεὶ τοῦ Καίσαρος ἔλαττον φερόμενον.2

講和の後、アントニウスはヴェンティディウスをアシアへ派遣してパルティア人がそれ以上進軍するのを阻ませようとし、自身はカエサルに配慮して先代カエサルの神官に任命された。またその他の政治上の最高事項においても、彼らは共同かつ友好的に対処していた。しかし、遊びにおける勝負事はアントニウスを悩ませた。彼が常にカエサルに後れを取っていたからである。

§33.2

ἦν γάρ τις ἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπʼ Αἰγύπτου τῶν τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεοπάτρᾳ χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳ πρὸς τὸν Ἀντώνιον ἐπαρρησιάζετο, λέγων τὴν τύχην αὐτοῦ λαμπροτάτην οὖσαν καὶ μεγίστην ὑπὸ τῆς Καίσαρος ἀμαυροῦσθαι, καὶ συνεβούλευε πορρωτάτω τοῦ νεανίσκου ποιεῖν ἑαυτόν. ὁ γὰρ σός, ἔφη, δαίμων τὸν τούτου φοβεῖται· καὶ γαῦρος ὢν καὶ ὑψηλὸς ὅταν ᾖ καθʼ ἑαυτόν, ὑπʼ ἐκείνου γίνεται ταπεινότερος ἐγγίσαντος3 καὶ ἀγεννέστερος.

というのも、彼のもとには占星術に携わるエジプト人の預言者が仕えており、クレオパトラに阿ったのか、あるいは真実を述べたのか、アントニウスに対して遠慮なく語り、彼の運勢は極めて輝かしく壮大であるものの、カエサルの運勢によって影を落とされていると告げ、その若者からできる限り身を遠ざけるようにと助言した。 「あなたの守護霊は」と彼は言った。「あの者の守護霊を恐れています。単独でいるときは誇り高く崇高でありながら、あの者が近づくと、その影響を受けて卑小で卑屈なものとなってしまうのです。」

§33.3

καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳ μαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρουμένων μετὰ παιδιᾶς ἐφʼ ὅτῳ τύχοιεν ἑκάστοτε καὶ κυβευόντων ἔλαττον ἔχων ὁ Ἀντώνιος ἀπῄει. πολλάκις δὲ συμβαλόντων ἀλεκτρυόνας, πολλάκις δὲ μαχίμους ὄρτυγας, ἐνίκων οἱ Καίσαρος. ἐφʼ οἷς ἀνιώμενος ἀδήλως ὁ Ἀντώνιος καὶ μᾶλλόν τι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ τῆς Ἰταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα· τὴν δὲ Ὀκταουίαν ἄχρι τῆς Ἑλλάδος ἐπήγετο θυγατρίου γεγονότος αὐτοῖς.

実際、起きる事柄はエジプト人の言葉を裏書きしているように見えた。というのも、彼らが戯れに何であれ思いついたものを賭けてくじを引き、あるいはさいころを振るたびに、アントニウスは敗北して立ち去ったと言われている。また、闘鶏や戦うウズラをたびたび戦わせたときも、勝つのはカエサルの鳥たちであった。これらに内心苦悩し、エジプト人の言葉にますます耳を傾けるようになったアントニウスは、自らの家政をカエサルに委ねてイタリアを船出した。そして彼らの間に娘が生まれた後、オクタウィアをギリシアまで同伴させた。

§33.4

διαχειμάζοντι δὲ αὐτῷ περὶ Ἀθήνας ἀπαγγέλλεται τὰ πρῶτα τῶν Οὐεντιδίου κατορθωμάτων, ὅτι μάχῃ τοὺς Πάρθους κρατήσας Λαβιηνὸν ἀπεκτόνοι καὶ Φαρναπάτην ἡγεμονικώτατον τῶν Ὑρώδου βασιλέως στρατηγῶν. ἐπὶ τούτοις εἱστία τοὺς Ἕλληνας, ἐγυμνασιάρχει δὲ Ἀθηναίοις, καὶ τὰ τῆς ἡγεμονίας παράσημα καταλιπὼν οἴκοι μετὰ τῶν γυμνασιαρχικῶν ῥάβδων ἐν ἱματίῳ καὶ φαικασίοις προῄει καὶ διαλαμβάνων τοὺς νεανίσκους ἐτραχήλιζεν.

彼がアテナイ周辺で冬を過ごしていたとき、ヴェンティディウスの輝かしい最初の戦果が報告された。会戦でパルティア人を破り、ラビエヌスおよびオロデス王の将軍たちのうち最も指揮能力に長けたパルナパテスを討ち取ったというのである。これを受けて彼はギリシア人をもてなし、アテナイ市民のためにギュムナシアルコス(体育場監督官)を務め、統治権の標章を屋敷に残して、監督官の杖を手にヒマティオンと白靴を身に着けて外出し、若者たちの体を組んで首投げを披露した。

構文注3 件
  1. 33.1τοῦ πρόσω χωρεῖν

    妨害・阻止を表す副詞 ἐμποδών に導かれた属格冠詞付き不定詞(articular infinitive)であり、「前進すること(を妨げる)」という目的・結果、あるいは妨害の対象を示している。否定辞 μή を伴わずに用いられている。

  2. 33.1τοῦ Καίσαρος ἔλαττον φερόμενον

    φέρεσθαι の中動態に中性対格 ἔλαττον が結合した成句で「劣勢に立つ」「負けを取る」の意。τοῦ Καίσαρος は比較級 ἔλαττον に掛かる比較の属格であり、「カエサルよりも劣る結果を得る」ことを表す。

  3. 33.2ὑπʼ ἐκείνου γίνεται ταπεινότερος ἐγγίσαντος

    ἐγγίσαντος は独立属格(genitive absolute)ではなく、前置詞 ὑπό の目的語である代名詞 ἐκείνου に一致する付帯状況・時を表す状況分詞(circumstantial participle)。「あの者が近づいたときに、その(影響の)もとで」と解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:33.1-33.4