← プルタルコス

アントニウス伝

§3.1-3.6

ガビニウス配下の軍功とエジプト遠征

アントニウスはガビニウスの下で騎兵隊長となり、ユダヤやエジプトの遠征においてペルシオン占領や包囲戦術で武功を立て、敗者への寛容さによって大きな名声を得る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰς Συρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαι πρὸς τὴν στρατείαν, ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν,1 ἀποδειχθεὶς δὲ τῶν ἱππέων ἄρχων συνεστράτευε. καὶ πρῶτον μὲν ἐπʼ Ἀριστόβουλον Ἰουδαίους ἀφιστάντα πεμφθεὶς αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστου τῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντων ἐξήλασεν· εἶτα μάχην συνάψας καὶ τρεψάμενος ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκείνου πολλαπλασίους ὄντας ἀπέκτεινε πλὴν ὀλίγων ἅπαντας· αὐτὸς δὲ μετὰ τοῦ παιδὸς Ἀριστόβουλος ἥλω.

執政官経験者であったガビニウスがシリアへ向けて出航するにあたり、遠征に参加するよう彼を説得したとき、アントニウスは一私人として同行することはないと答えたが、騎兵隊長に任命されると共に出征した。そしてまず、ユダヤ人を反乱させていたアリストブロスに対して派遣されると、彼自身が要塞の中で最大のものへと一番乗りを果たし、アリストブロスをすべての要塞から追い落とした。次いで戦闘を交え、手勢の寡兵をもって何倍もの大軍であった敵軍を敗走させると、わずかな者を除いて皆殺しにし、アリストブロス自身はその息子とともに捕らえられた。

§3.2

μετὰ ταῦτα Γαβίνιον ἐπὶ μυρίοις ταλάντοις Πτολεμαίου πείθοντος εἰς Αἴγυπτον ἅμα συνεμβαλεῖν αὐτῷ καὶ τὴν βασιλείαν ἀναλαβεῖν, οἱ μὲν πλεῖστοι τῶν ἡγεμόνων ἠναντιοῦντο, καὶ Γαβίνιον δὲ ὄκνος τις εἶχε τοῦ πολέμου, καίπερ ἐξηνδραποδισμένον κομιδῆ τοῖς μυρίοις ταλάντοις, Ἀντώνιος δὲ καὶ πράξεων μεγάλων ἐφιέμενος καὶ τῷ Πτολεμαίῳ χαριζόμενος δεομένῳ συνέπεισε μὲν καὶ συνεξώρμησεν ἐπὶ τὴν στρατείαν τὸν Γαβίνιον, ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴν ἐπὶ τὸ Πηλούσιον ὁδόν,2 ἅτε δὴ διὰ ψάμμου βαθείας καὶ ἀνύδρου παρὰ τὸ Ἔκρηγμα καὶ τὰ τῆς Σερβωνίδος ἕλη γινομένης αὐτοῖς τῆς πορείας, ἃς Τυφῶνος μὲν ἐκπνοὰς Αἰγύπτιοι καλοῦσι, τῆς δʼ ἐρυθρᾶς θαλάσσης ὑπονόστησις εἶναι δοκεῖ καὶ διήθησις, ᾗ βραχυτάτῳ διορίζεται πρὸς τὴν ἐντὸς θάλασσαν ἰσθμῷ, πεμφθεὶς μετὰ τῶν ἱππέων ὁ Ἀντώνιος οὐ μόνον τὰ στενὰ κατέσχεν, ἀλλὰ καὶ Πηλούσιον ἑλών, πόλιν μεγάλην, καὶ τῶν ἐν αὐτῇ φρουρῶν κρατήσας, ἅμα καὶ τὴν ὁδὸν ἀσφαλῆ τῷ στρατεύματι καὶ τὴν ἐλπίδα τῆς νίκης ἐποίησε τῷ στρατηγῷ βέβαιον. ἀπέλαυσαν δὲ τῆς φιλοτιμίας αὐτοῦ καὶ οἱ πολέμιοι. Πτολεμαίου γὰρ ἅμα τῷ παρελθεῖν εἰς τὸ Πηλούσιον ὑπʼ ὀργῆς καὶ μίσους ὡρμημένου φονεύειν τοὺς Αἰγυπτίους ἐνέστη καὶ διεκώλυσεν.

その後、プトレマイオスが一万タラントンを約束してガビニウスを説得し、共にエジプトへと攻め入って王位を取り戻そうとした際、指揮官の大部分は反対し、ガビニウス自身も一万タラントンにすっかり魂を奪われていながら、その戦争を危惧して躊躇していたが、アントニウスは偉大な功業を渇望し、懇願するプトレマイオスに恩を売るべく、ガビニウスを説得して共に遠征へと駆り立てた。しかし、遠征軍は戦争そのものよりもペルシオンへ至る行路を恐れていた。というのも、彼らの行軍は深く水のない砂漠を通り、エクレグマとセルボニス湿地のそばを進むことになっていたからである。この湿地をエジプト人はテュポンの吐息と呼んでいるが、内海(地中海)と最も狭い地峡で隔てられている箇所で、紅海の水が染み出し浸透したものと思われる。騎兵を率いて派遣されたアントニウスは、隘路を制圧したのみならず、大都市ペルシオンを攻略してその守備隊を制圧し、本隊のために行路の安全を確保するとともに、司令官に勝利の確実な希望をもたらした。また、敵方でさえも彼の名誉心を享受することになった。というのも、プトレマイオスがペルシオンに入城するやいなや、怒りと憎しみからエジプト人たちを虐殺しようとしたとき、アントニウスが立ちふさがってこれを阻止したからである。

§3.5

ἐν δὲ ταῖς μάχαις καὶ τοῖς ἀγῶσι μεγάλοις καὶ συχνοῖς γενομένοις πολλὰ καὶ τόλμης ἔργα καὶ προνοίας ἡγεμονικῆς ἀποδειξάμενος, ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα παρασχών,3 ἀριστεῖα καὶ τιμὰς ἔλαβε πρεπούσας. οὐ διέλαθε δὲ τοὺς πολλοὺς οὐδὲ ἡ πρὸς Ἀρχέλαον αὐτοῦ τεθνηκότα φιλανθρωπία·

さらに、頻繁に行われた大規模な戦闘や交戦においても、武勇の功績と指揮官としての先見の明を数多く発揮し、とりわけ敵の背後に回り込んで包囲することにより、正面の味方部隊に勝利をもたらしたことで、ふさわしい武勲賞と栄誉を受けた。また、戦死したアルケラオスに対する彼の情愛も人々に知られぬままでは終わらなかった。

§3.6

γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν. ἐπὶ τούτοις Ἀλεξανδρεῦσί τε πλεῖστον αὑτοῦ λόγον κατέλιπε, καὶ Ῥωμαίων τοῖς στρατευομένοις ἀνὴρ ἔδοξε λαμπρότατος εἶναι.

かつて彼と親交があり客友関係にあったアントニウスは、相手が生きている間は已むを得ず戦ったものの、彼が討ち死にするとその遺体を探し出し、王にふさわしい装飾を施して手厚く葬ったのである。これらの功績により、彼はアレクサンドリアの人々に自らの大いなる名声を残し、出征したローマ兵たちにとっても最も輝かしい人物と目されるようになった。

構文注3 件
  1. 3.1ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν

    ἔφη に導かれる対格不定詞構文に代わり、不定詞 συνεξελθεῖν の意味上の主語が主節の主語(アントニウス)と同一であるため、補語 ἰδιώτης が主格となっている。また ἄν + 不定詞は、直接話法における οὐκ ἂν συνεξέλθοιμι(希求法+ἄν:潜在または条件文帰結)を間接話法に移したものである。

  2. 3.3ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴν ἐπὶ τὸ Πηλούσιον ὁδόν

    第3段落冒頭の ἐπεὶ δὲ ... から始まる長い従属節は、理由を表す属格絶対構文(ἅτε δὴ ... γινομένης ... τῆς πορείας)および関係代名詞節(ἃς ... ᾗ ...)を内包しながら続き、主節の主語・動詞は第4段落冒頭の πεμφθεὶς ... ὁ Ἀντώνιος ... ἐποίησε となる。段落をまたぐ主節と従属節の大規模な離隔構文である。

  3. 3.5ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα παρασχών

    τῷ κυκλώσασθαι καὶ περιβαλεῖν は手段を表す与格の冠詞付き動名詞的表現で、分詞 παρασχών にかかる。τοῖς κατὰ στόμα は「正面に位置する者たち(正面から敵と交戦していた友軍)」を指す間接目的語であり、直接目的語 τὴν νίκην を伴う与格・対格支配の構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:3.1-3.6