- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:45.1-45.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
王位を失ったデメトリオスの逃亡と妻フィラの服毒自殺、そして彼がギリシアで再起を図る姿を、悲劇詩人たちの詩句を引いて浮沈する月に譬える。
οὕτω δὲ τοῦ Δημητρίου τῶν πραγμάτων ἐκπεσόντος καὶ καταφυγόντος εἰς Κασάνδρειαν, ἡ γυνὴ Φίλα περιπαθὴς γενομένη προσιδεῖν μὲν οὐχ ὑπέμεινεν αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τλημονέστατον βασιλέων Δημήτριον, ἀπειπαμένη δὲ πᾶσαν ἐλπίδα καὶ μισήσασα τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ τοῖς ἀγαθοῖς, πιοῦσα φάρμακον ἀπέθανε. Δημήτριος δὲ ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους συνῆγεν.
こうしてデメトリオスが権勢から失脚し、カッサンドレイアに逃げ込むと、妻のフィラは深い悲嘆に暮れ、諸王のなかで最も不運なデメトリオスが再び一私人となって亡命者となるのを見るに耐えず、あらゆる希望を捨て、幸運においてよりも不運においてこそ確固たる彼の運命を呪って、毒をあおって命を絶った。一方のデメトリオスは、なおも残された難破船の破片にしがみつくつもりでギリシアへと船出し、かの地の将軍たちや友人たちを糾合した。
ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν,1 "ἀλλʼ οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν, ὥσπερ σελήνης δʼ ὄψις εὐφρόνας δύο στῆναι δύναιτʼ ἂν οὔποτʼ ἐν μορφῇ μιᾷ, ἀλλʼ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ,2 πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται,"
それゆえ、ソポクレースの劇中のメネラオスが自らの運命になぞらえた次の譬え、 "されど、わが運命は絶えず神の移ろう 車輪の上で回り、その姿を変える。 月影が二夜にわたって 一つの姿に留まることが決してあり得ぬように。 むしろ目に見えぬところから、初めは若く現れ、 その面を美しく飾り、満ちてゆき、 自らのうち最も気高い姿を示したかと思えば、 再び衰え、無へと帰してゆく。
ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημητρίου πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώσεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπολείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ δυνάμεις τινὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν τὴν ἐλπίδα. καὶ τό γε πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς· "μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίαν πάρεστι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ."
" これにこそ、デメトリオスの浮沈や、彼を巡る満ち潮と引き潮、充溢と零落を誰しもいっそう譬えることができよう。というのも、この時にも、彼が完全に消滅し燃え尽きるかに見えたとき、その支配力は再び輝き始め、少しずつ流入してくる兵力が希望を満たしていったからである。そして当初は一私人として王の装飾も身に帯びずに諸都市を巡り歩いたが、テーバイでそのような彼を目撃したある者は、エウリーピデースの詩行を巧みに引いて言った。 "神から人の身へと姿を変えて、 ディルケーの泉とイスメーノスの流れに現れたり。"
- 45.2ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν
先行詞 εἰκόνα が関係節内に取り込まれ(attraction)、その目的語(ἣν ... εἰκόνα)となっている構文。引用詩行を挟んだ後、主節の指示代名詞与格 ταύτῃ(ἀπεικάσαι の与格補語)によって承けられている。
- 45.2χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ
χὥτανπερ は καὶ ὅτανπερ のクラーシス(母音融合)。最上級 εὐγενεστάτη に添えられた再帰代名詞属格 αὑτῆς は、「彼女(月)自身の中で最も〜な状態」を表す関係属格・比較属格で、「その最も輝かしい盛りの姿を示した時」の意。
