- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:42.1-42.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デメトリオスの傲慢な振る舞いや近づきがたさ、請願書を川へ投げ捨てた暴挙はマケドニア人の激しい反感を買うが、ある老女の叱責に打たれて一時的に民の訴えに耳を傾けるようになる。著者は王の本分が正義にあることを論じ、都市を包囲・破壊することを誇ったデメトリオスのあり方を批判する。
οὐ μόνον δὲ τούτοις τοῖς θεάμασιν ἐλύπει τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν ἐβαρύνοντο· καὶ μάλιστα δὴ τὸ δυσόμιλον αὐτοῦ καὶ δυσπρόσοδον. ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς ἦν καὶ τραχὺς ἐντυγχάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτη δύο πρεσβείαν κατέσχεν· ἐκ Λακεδαίμονος δὲ ἑνὸς πρεσβευτοῦ παραγενομένου καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν.
しかし彼は、慣れないこうした見世物によって人々を不快にさせたばかりでなく、人々はその贅沢と生活様式をも重荷に感じていた。そして何よりも、彼の交際の難しさと近づきがたさを苦痛とした。というのも、謁見の機会をまったく与えないか、あるいは謁見する者たちに対して険しく無愛想であったからである。実際、ギリシア人の中で最も熱心に関心を寄せていたアテナイ人たちの使節団を二年間も留め置いたほどであり、スパルタから使節が一人のみ到着したときには、侮辱されたと思い込んで激怒した。
ἀστείως μέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντος αὐτοῦ τί σὺ λέγεις; ἕνα Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν; ναί, εἶπεν, ὦ βασιλεῦ, πρὸς ἕνα. δόξαντος δὲ αὐτοῦ ποτε δημοτικώτερον ἐξελαύνειν, καὶ πρὸς ἔντευξιν ἔχειν οὐκ ἀηδῶς, συνέδραμόν τινες ἐγγράφους ἀξιώσεις ἀναδιδόντες. δεξαμένου δὲ πάσας καὶ τῇ χλαμύδι συλλαβόντος ἥσθησαν οἱ ἄνθρωποι καὶ παρηκολούθουν· ὡς δὲ ἦλθεν ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαμύδα πάσας εἰς τὸν ποταμὸν ἐξέρριψε.
しかしその使節は機知に富んだスパルタ人らしく、デメトリオスが「何だと。スパルタ人は使節をたった一人送ってきたというのか」と言うと、「はい」と答えた。 「王よ、相手が一人のゆえに」またあるとき、彼がより庶民的に馬を駆り、謁見にも悪くない態度を示しているように見えたため、何人かの人々が書面の請願書を差し出そうと集まり駆け寄った。彼がそのすべてを受け取り、外套にまとめて包むと、人々は喜んであとに従った。だが彼がアクシオス川の橋に至るや、外套を広げて請願書をすべて川へと投げ捨ててしまった。
καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς Μακεδόνας ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύοντας, ἢ τῶν μνημονευόντων ἀκούοντας, ὡς μέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου1 καὶ μὴ βασίλευε εἰπόντος, δηχθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος2 ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάμενος ὕστερα, τοῖς ἐντυχεῖν βουλομένοις, ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης, ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν.
そしてこのことは、王に統治されているのではなく侮辱されていると感じ、またピリッポスがいかにこの種の事柄において節度があり親しみやすかったかを記憶し、あるいは記憶している人々から聞いていたマケドニア人たちを酷く憤慨させた。かつて一人の老女が路傍で彼を引き止め、幾度も話を聞いてほしいと乞うたとき、彼は暇がないと言ったが、老女が大声で叫び「では王をやめなさい」と言ったため、ひどく胸を突かれ、この言葉に深く打たれた彼は館へと引き返した。そして他のすべての用件を後回しにして、その老女を手始めとして、謁見を望む者たちのために何日もの間時間を割いたのであった。
οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν.3
というのも、王にとって正義の務めほどふさわしいものはないからである。ティモテオスが言うように「軍神アレスは僭主」であり、ピンダロスによれば「法こそ万物の王」である。またホメロスも、諸王が守り維持すべきものとしてゼウスから授けられたのは攻城兵器でも青銅の衝角を備えた軍船でもなく、掟であると述べており、さらにゼウスの「親しき友にして弟子」と呼んだのも、諸王のうち最も好戦的な者や最も不正で凶暴な者ではなく、最も公正な王であった。
ἀλλὰ Δημήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνομοιοτάτην ἐπιγραφόμενος προσωνυμίαν· ὁ μὲν γὰρ Πολιεὺς καὶ Πολιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.4
しかしデメトリオスは、神々の王にまったく似つかわしくない称号を冠せられることを喜んでいた。ゼウスが「都市の守護神」「都市の保持者」と呼ばれるのに対し、彼は「都市の包囲攻略者」という異名を得たのである。このように、無分別な権力によって美の領域へと醜悪さが侵入し、名声と不正を結びつけてしまったのであった。
- 42.3πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου
πρεσβυτέρου γυναίου(縮小辞 γύναιον の属格単数中性)に一致して、分詞 κόπτοντος, δεομένου, ἐγκραγόντος および代名詞 ἐκείνου がすべて文法上の性(中性)に従って置かれている。意味上は老女(女性)を指すが、形式上の中性名詞に文法的一致を貫いている構文。また φήσας は主文の主語(デメトリオス)に一致する男性単数主格分詞で、独立属格構文の連鎖の合間に挟まれている。
- 42.4πρὸς τούτῳ γενόμενος
πρός+与格に動詞 γίγνομαι が結びついた成句表現。「このこと(老女の言葉)に心を奪われて/没頭して」、あるいは「この言葉に深く心を打たれて」の意。老女の直言に衝撃を受け、その衝撃に意識を集中させた内的状態を示す。
- 42.5καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν
語順の倒置(hyperbaton)が見られる構造。主語は Ὅμηρος(前文から継続)、動詞は προσηγόρευκεν(呼んだ)、二重対格(目的語+補語)として「τὸν δικαιότατον [τῶν βασιλέων](最も公正な王を)」を目的語、「ὀαριστὴν καὶ μαθητήν(親しき友にして弟子)」を述語補語にとる。冒頭の τοῦ Διὸς は所属の属格であり、後方の ὀαριστὴν καὶ μαθητήν に掛かる(「ゼウスの親しき友にして弟子」)。
- 42.6ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν
文の骨格は、主語が分詞句を伴う τὸ αἰσχρὸν ... ἐπελθόν(侵入した醜悪さが)、動詞が συνῳκείωσε(結びつけた)、目的語が τὴν ἀδικίαν(不正を)、与格が τῇ δόξῃ(名声に)である。前置詞句 ἐπὶ τὴν τοῦ καλοῦ χώραν(美の領域へと)および ὑπὸ δυνάμεως ἀμαθοῦς(無知な権力によって)は分詞 ἐπελθόν を修飾する。
