- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:25.1-25.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペロポネソス諸都市を掌握したデメトリオスはギリシアの指導者に推戴されて傲慢さを深め、他のディアドコイたちを蔑称で呼んで嘲笑し、とりわけリュシマコスとの間で激しい舌戦を繰り広げた。
Δημήτριος δὲ παρελθὼν εἰς Πελοπόννησον, οὐδενὸς ὑφισταμένου τῶν ἐναντίων, ἀλλὰ φευγόντων καὶ προϊεμένων τὰς πόλεις, προσηγάγετο τήν τε καλουμένην Ἀκτὴν καὶ Ἀρκαδίαν, πλὴν Μαντινείας, καὶ Ἄργος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο τάλαντα δοὺς ἑκατὸν τοῖς φρουροῦσιν.
デメトリオスはペロポネソスへと進軍したが、敵対者たちは誰も立ち向かわず、逃亡して諸都市を放棄したため、彼はいわゆるアクテ地方と、マンティネイアを除くアルカディアを手中に収め、またアルゴス、シキュオン、コリントスを守備隊に百タラントンを支払って解放した。
ἐν Ἄργει μὲν οὖν τῆς τῶν Ἡραίων ἑορτῆς καθηκούσης, ἀγωνοθετῶν καὶ συμπανηγυρίζων τοῖς Ἕλλησιν, ἔγημε τὴν Αἰακίδου θυγατέρα, τοῦ Μολοττῶν βασιλέως, ἀδελφὴν δὲ Πύρρου, Δηϊδάμειαν. Σικυωνίους δὲ φήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν,1 ἔπεισεν οὗ νῦν οἰκοῦσι μετοικίσασθαι· τῷ δὲ τόπῳ καὶ τοὔνομα τὴν πόλιν συμμεταβαλοῦσαν ἀντὶ Σικυῶνος Δημητριάδα προσηγόρευσεν.
そこでアルゴスにおいてヘライア祭の時期を迎えると、競技の審判役を務めてギリシア人たちとともに祝祭を執り行い、モロッソイ人の王アイアキデスの娘でピュロスの妹であるデイダメイアと結婚した。また、シキュオン人に対しては町が本来あるべき都市の場から外れて位置していると言い、今日住んでいる場所へと移住するよう説得した。そして町が場所とともに名をも改めるに際し、シキュオンの代わりにデメトリアスと名付けた。
ἐν δὲ Ἰσθμῷ κοινοῦ συνεδρίου γενομένου καὶ πολλῶν ἀνθρώπων συνελθόντων, ἡγεμὼν ἀνηγορεύθη τῆς Ἑλλάδος, ὡς πρότερον οἱ περὶ Φίλιππον καὶ Ἀλέξανδρον·2 ὧν ἐκεῖνος οὐ παρὰ μικρὸν ἐνόμιζεν ἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃ καὶ τῇ δυνάμει τῶν πραγμάτων ἐπαιρόμενος. Ἀλέξανδρος γοῦν οὐδένα τῶν ἄλλων βασιλέων ἀπεστέρησε τῆς ὁμωνυμίας, οὐδὲ αὑτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοι πολλοῖς τὸ καλεῖσθαι καὶ εἶναι βασιλέας αὐτὸς δεδωκώς·
さらにイストモスで全ギリシア規模の評議会が開かれ、多くの人々が集まると、デメトリオスはかつてのピリッポスやアレクサンドロスのようにギリシアの指導者と宣言された。彼は現在の幸運と情勢の威力に気を良くして、自らをかの人物たちよりも遥かに優れていると見なしていた。少なくともアレクサンドロスは、他の王たちの誰もその称号から排除せず、また自らを王たちの王と称することもしなかったのである。多くの者たちに対し、王と呼ばれ、また王であることを自ら許したにもかかわらず。
ἐκεῖνος δὲ χλευάζων καὶ γελῶν τοὺς ἄλλον τινὰ πλὴν τοῦ πατρὸς καὶ αὐτοῦ βασιλέα προσαγορεύοντας, ἡδέως ἤκουε τῶν παρὰ πότον ἐπιχύσεις λαμβανόντων Δημητρίου βασιλέως,3 Σελεύκου δὲ ἐλεφαντάρχου, Πτολεμαίου δὲ ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Ἀγαθοκλέους δὲ τοῦ Σικελιώτου νησιάρχου.
しかしデメトリオスは、父と自分以外の誰かを王と呼ぶ者たちを嘲笑し嘲弄して、酒席において王デメトリオス、象軍長官セレウコス、海軍提督プトレマイオス、宝納長官リュシマコス、島嶼長官であるシケリア人アガトクレスという名目で乾杯の杯を受ける者たちの言葉を喜んで聞いていた。
τούτων δὲ πρὸς τοὺς βασιλεῖς ἐκφερομένων οἱ μὲν ἄλλοι βασιλεῖς κατεγέλων, Λυσίμαχος δʼ ἠγανάκτει μόνος εἰ σπάδοντα νομίζει Δημήτριος αὐτόν·4 ἐπιεικῶς γὰρ εἰώθεισαν εὐνούχους ἔχειν γαζοφύλακας.
これらの噂が諸王の耳に届くと、他の王たちは笑い飛ばしたが、リュシマコス一人だけは、デメトリオスが自分を去勢者と見なしているのかと憤慨した。一般に去勢された宦官を宝納長官にする習わしがあったからである。
ἦν δὲ καὶ πάντων ἀπεχθέστατος ὁ Λυσίμαχος αὐτῷ, καὶ λοιδορῶν εἰς τὸν ἔρωτα τῆς Λαμίας ἔλεγε νῦν πρῶτον ἑωρακέναι πόρνην προερχομένην ἐκ τραγικῆς σκηνῆς· ὁ δὲ Δημήτριος ἔφη τὴν ἑαυτοῦ πόρνην σωφρονεστέραν εἶναι τῆς ἐκείνου Πηνελόπης.
リュシマコスは諸王の中で最もデメトリオスを嫌悪しており、デメトリオスのラミアへの溺愛を嘲って、悲劇の舞台から娼妓が出てくるのを今初めて見たと述べた。これに対しデメトリオスは、自分の娼妓はリュシマコスのペネロペよりも貞淑であると言い放った。
- 25.2παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν
第二の τὴν πόλιν は「都市住民・都市共同体」、前置詞 παρὰ の目的語である第一の τὴν πόλιν は本来の都市の敷地・場所(アクロポリスや堅固な要害地)を指す。「都市(住民)が、本来の都市たるべき場所の脇にずれて居住している」という語の二義的配置・修辞的技巧である。
- 25.3οἱ περὶ Φίλιππον καὶ Ἀλέξανδρον
前置詞句 οἱ περὶ + 対格人名は、古典期・ヘレニズム期の慣用表現であり、文字通りの「フィリッポスとアレクサンドロスを取り巻く者たち(その一派)」ではなく、主たる人物本人たち(「フィリッポスやアレクサンドロス」)を婉曲的・総括的に指す慣用句として解釈した。
- 25.4ἐπιχύσεις λαμβανόντων Δημητρίου βασιλέως
λαμβανόντων の目的語 ἐπιχύσεις(注ぎ酒・乾杯の杯)に伴う Δημητρίου βασιλέως 等の一連の人名・役職名は、乾杯を捧げる対象を示す属格(献杯・祝杯の対象を表す属格)として機能している。
- 25.5ἠγανάκτει μόνος εἰ σπάδοντα νομίζει Δημήτριος αὐτόν
感情を表す動詞 ἠγανάκτει に続く εἰ 節は、仮定条件ではなく、憤慨の理由・内容を間接的に述べる名詞節的用法の εἰ(「〜だとして/〜なのかと憤慨した」)である。
