← プルタルコス

キケロ伝

§5.1-5.4

デルポイの神託と法廷での台頭および演技術の習得

デルポイの神託を受けて当初は政治活動を控えていたキケロが、法廷弁論で頭角を現すとともに、ロスキウスやアイソーポスから演技や身ぶりの技術を学んだ経緯と、その過度な風刺癖がもたらした評判が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1

ὁ γοῦν Κικέρων ἐλπίδων μεστὸς ἐπὶ τὴν πολιτείαν φερόμενος ὑπὸ χρησμοῦ τινος ἀπημβλύνθη τὴν ὁρμήν.1 ἐρομένῳ γὰρ αὐτῷ τόν ἐν Δελφοῖς θεὸν ὅπως ἂν ἐνδοξότατος γένοιτο, προσέταξεν ἡ Πυθία τὴν ἑαυτοῦ φύσιν, ἀλλὰ μὴ τὴν τῶν πολλῶν δόξαν, ἡγεμόνα ποιεῖσθαι τοῦ βίου.

ともあれ、キケロは希望に満ちて国政へと向かっていたが、ある神託によってその気勢を鈍らせられた。彼がデルポイの神に、いかにすれば最も名声を得られるかと尋ねたところ、ピューティアーは、大衆の評判ではなく己の天性を生涯の導き手とするようにと命じたのである。

§5.2

καὶ τόν γε πρῶτον ἐν Ῥώμῃ χρόνον εὐλαβῶς διῆγε καὶ ταῖς ἀρχαῖς ὀκνηρῶς προσῄει καὶ παρημελεῖτο, ταῦτα δὴ τὰ Ῥωμαίων τοῖς βαναυσοτάτοις πρόχειρα καὶ συνήθη ῥήματα, Γραικὸς καὶ σχολαστικὸς ἀκούων.2 ἐπεὶ δὲ φύσει φιλότιμος ὢν καὶ παροξυνόμενος ὑπὸ τοῦ πατρὸς καὶ τῶν φίλων ἐπέδωκεν εἰς τὸ συνηγορεῖν ἑαυτόν, οὐκ ἠρέμα τῷ πρωτείῳ προσῆγεν, ἀλλʼ εὐθὺς ἐξέλαμψε τῇ δόξῃ καὶ διέφερε πολὺ τῶν ἀγωνιζομένων ἐπʼ ἀγορᾶς.

そして彼はローマで最初の時期を用心深く過ごし、公職への立候補にも消極的で、ローマの最も卑しい者たちの口先によく上る決まり文句の通り、「ギリシア人野郎」だの「学者ぶった男」だのと呼ばれて顧みられなかった。だが、生来野心家であった彼は、父や友人たちに駆り立てられて法廷弁論に身を投じると、徐々に第一人者の座へと近づいていったのではなく、たちどころに名声において輝きを放ち、法廷で争う者たちの中で際立った存在となった。

§5.3

λέγεται δὲ καὶ αὐτὸς οὐδὲν ἧττον νοσήσας τοῦ Δημοσθένους πρὸς τὴν ὑπόκρισιν, τοῦτο μὲν Ῥωσκίῳ τῷ κωμῳδῷ, τοῦτο δʼ Αἰσώπῳ3 τῷ τραγῳδῷ προσέχειν ἐπιμελῶς. τόν δʼ Αἴσωπον τοῦτον ἱστοροῦσιν ὑποκρινόμενον ἐν θεάτρῳ τόν περὶ τῆς τιμωρίας τοῦ Θυέστου βουλευόμενον Ἀτρέα, τῶν ὑπηρετῶν τινος ἄφνω παραδραμόντος, ἔξω τῶν ἑαυτοῦ λογισμῶν διὰ τὸ πάθος ὄντα τῷ σκήπτρῳ πατάξαι καὶ ἀνελεῖν.4

また、彼自身もデモステネスに劣らず演技・身ぶりに執心し、一方では喜劇俳優のロスキウスに、他方では悲劇俳優のアイソーポスに熱心に注意を払ったと伝えられている。このアイソーポスについては、劇場でテュエステースへの復讐を謀るアトレウスを演じていた際、従者の一人が突然前を走り抜けたのに対し、感情の高ぶりのあまり我を忘れて王笏で打ち据え、殺害してしまったと記録されている。

§5.4

οὐ μικρὰ δὲ πρὸς τὸ πείθειν ὑπῆρχεν ἐκ τοῦ ὑποκρίνεσθαι ῥοπὴ τῷ Κικέρωνι. καὶ τούς γε τῷ βοᾶν μεγάλα χρωμένους ῥήτορας ἐπισκώπτων ἔλεγε διʼ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὥσπερ χωλοὺς ἐφʼ ἵππον πηδᾶν. ἡ δὲ περὶ τὰ σκώμματα καὶ τὴν παιδιὰν ταύτην εὐτραπελία δικανικὸν μὲν ἐδόκει καὶ γλαφυρὸν, χρώμενος δʼ αὐτῇ κατακόρως πολλοὺς ἐλύπει καὶ κακοηθείας ἐλάμβανε δόξαν.

キケロにとって、演技・身ぶりから生じる説得力への影響は決して小さくはなかった。そして大声で叫ぶことに頼る弁論家たちを嘲って、彼らは無力さのゆえに、足の不自由な者が馬に跳び乗るように叫喚へと跳びつくのだと語っていた。しかし、こうした嘲笑や冗談にまつわる機智は、法廷弁論家らしく洗練されているとは思われたものの、度を越して用いたため多くの人々を不快にさせ、意地の悪い人物という評判を得ることになった。

構文注4 件
  1. 5.1ἀπημβλύνθη τὴν ὁρμήν

    受動態動詞 ἀπημβλύνθη に対し、τὴν ὁρμήν は「気勢に関して・気勢を」を表す限定の対格(いわゆる観点の対格・ギリシア的対格)。主語(キケロ)が影響を受けた部分・領域を指定している。

  2. 5.2ταῦτα δὴ τὰ Ῥωμαίων τοῖς βαναυσοτάτοις πρόχειρα καὶ συνήθη ῥήματα, Γραικὸς καὶ σχολαστικὸς ἀκούων

    ἀκούων は「言われる、名指される」を受動的に意味する慣用用法で、述語主格として Γραικὸς καὶ σχολαστικός を取る。直前の ταῦτα δὴ... ῥήματα は、これら二つの呼称に対する同格的説明(同格対格句)として前置されている。

  3. 5.3τοῦτο μὲν Ῥωσκίῳ... τοῦτο δʼ Αἰσώπῳ

    副詞的対格 τοῦτο μὲν... τοῦτο δʼ による相関構文で、「一方では〜に、他方では〜に」の意。それぞれ与格名詞 Ῥωσκίῳ および Αἰσώπῳ を導き、動詞 προσέχειν に係っている。

  4. 5.3τόν δʼ Αἴσωπον τοῦτον ἱστοροῦσιν... ἔξω τῶν ἑαυτοῦ λογισμῶν διὰ τὸ πάθος ὄντα τῷ σκήπτρῳ πατάξαι καὶ ἀνελεῖν

    ἱστοροῦσιν(人々は記録している)が支配する対格不定詞構文。対格の主語は τόν δʼ Αἴσωπον τοῦτον であり、分詞句(ὑποκρινόμενον... ὄντα)がこれを修飾し、不定詞 πατάξαι καὶ ἀνελεῖν(打って殺害したこと)を述語とする。途中の τῶν ὑπηρετῶν τινος ἄφνω παραδραμόντος は独立属格構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:5.1-5.4