- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:29.1-29.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クロディウスの裁判において、キケロは妻テレンティアの圧力から彼のアリバイを崩す証言を行い、他の貴族たちもクロディウスの近親相姦を含む悪行を告発するが、買収と威嚇によりクロディウスは無罪となる。
Κικέρων δʼ ἦν μέν αὐτοῦ φίλος καί τῶν περὶ Κατιλίναν πραττομένων ἐχρῆτο προθυμοτάτῳ συνεργῷ καί φύλακι τοῦ σώματος, ἰσχυριζομένου δὲ πρὸς τὸ ἔγκλημα τῷ μηδὲ γεγονέναι κατʼ ἐκεῖνον ἐν Ῥώμῃ τὸν χρόνον, ἀλλʼ ἐν τοῖς πορρωτάτω χωρίοις διατρίβειν, κατεμαρτύρησεν ὡς ἀφιγμένου πρὸς αὐτὸν οἴκαδε1 καί διειλεγμένου περί τινων·
キケロはかつて彼の友人であり、カティリーナに関する事件の際には極めて熱心な協力者、また身辺の護衛者として彼を頼みとしていたが、彼が告発に対して、その時期にはローマに滞在しておらず、はるか遠方の地に滞在していたと主張したため、自分のもとへ家までやって来てある事柄について話し合っていたと不利な証言をした。
ὅπερ ἦν ἀληθές, οὐ μὴν ἐδόκει μαρτυρεῖν ὁ Κικέρων διὰ τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὴν αὐτοῦ γυναῖκα Τερεντίαν ἀπολογούμενος. ἦν γὰρ αὐτῇ πρὸς τὸν Κλώδιον ἀπέχθεια διὰ τὴν ἀδελφὴν τὴν ἐκείνου Κλωδίαν, ὡς τῷ Κικέρωνι βουλομένην γαμηθῆναι καί τοῦτο διὰ Τύλλου τινὸς πράττουσαν,2 ὃς ἑταῖρος μέν ἦν καί συνήθης ἐν τοῖς μάλιστα Κικέρωνος, ἀεὶ δὲ πρὸς τὴν Κλωδίαν φοιτῶν καί θεραπεύων ἐγγὺς οἰκοῦσαν ὑποψίαν τῇ Τερεντίᾳ παρέσχε.
これは事実であったが、キケロが真実のために証言したとは見なされず、自らの妻テレンティアへの言い開きのゆえであった。というのも彼女にはクロディウスに対して敵意があり、それは彼の姉妹クロディアがキケロとの結婚を望み、キケロの取り巻きで最も親しい仲間の一人であるトゥッルスなる者を通じてそれを画策していると見ていたためであった。このトゥッルスが近所に住むクロディアのもとへ絶えず通って取り入っていたことが、テレンティアに疑念を抱かせたのである。
χαλεπὴ δὲ τὸν τρόπον οὖσα καί τοῦ Κικέρωνος ἄρχουσα παρώξυνε τῷ Κλωδίῳ συνεπιθέσθαι καί καταμαρτυρῆσαι. κατεμαρτύρουν δὲ τοῦ Κλωδίου πολλοὶ τῶν καλῶν κάγαθῶν ἀνδρῶν ἐπιορκίας, ῥᾳδιουργίας, ὄχλων δεκασμούς, φθορὰς γυναικῶν. Λεύκολλος δὲ καί θεραπαινίδας παρεῖχεν ὡς συγγένοιτο τῇ νεωτάτῃ τῶν ἀδελφῶν ὁ Κλώδιος, ὅτε Λευκούλλῳ συνῴκει.
気性が荒くキケロを牛耳っていた彼女は、クロディウスを共に攻撃し不利な証言をするよう彼を煽り立てた。そして多くの高潔な紳士たちがクロディウスに対し、偽証、悪行、群衆の買収、婦人の誘惑について不利な証言をした。ルクッルスもまた、クロディウスが妹たちのうち最も若い者と、彼女がルクッルスと同居していた当時に密通した証拠として女中たちを出頭させた。
πολλὴ δʼ ἦν δόξα καί ταῖς ἄλλαις δυσὶν ἀδελφαῖς πλησιάζειν τὸν Κλώδιον, ὧν Τερτίαν μέν Μάρκιος ὁ Ῥήξ, Κλωδίαν δὲ Μέτελλος ὁ Κέλερ εἶχεν, ἣν Κουαδρανταρίαν ἐκάλουν, ὅτι τῶν ἐραστῶν τις αὐτῇ χαλκοῦς ἐμβαλὼν εἰς βαλάντιον ὡς ἀργύριον εἰσέπεμψε· τὸ δὲ λεπτότατον τοῦ χαλκοῦ νομίσματος κουαδράντην ἐκάλουν. ἐπὶ ταύτῃ μάλιστα τῶν ἀδελφῶν κακῶς ἤκουσεν ὁ Κλώδιος.
他の二人の姉妹ともクロディウスが関係を持っていたという評判も高かった。そのうちテルティアはマルキウス・レクスが、クロディアはメテッルス・ケレルが妻としていた。このクロディアはクアドラント女と呼ばれていたが、愛人の一人が彼女に銅貨を財布に入れて銀貨のふりをして送り届けたからである。当時の人々は最も少額の銅貨をクアドランスと呼んでいた。姉妹たちのうちでも特にこの女に関してクロディウスは悪評を被った。
οὐ μὴν ἀλλὰ τότε τοῦ δήμου πρὸς τοὺς καταμαρτυροῦντας αὐτοῦ καί συνεστῶτας ἀντιταττομένου φοβηθέντες οἱ δικασταὶ φυλακὴν περιεστήσαντο, καί τὰς δέλτους οἱ πλεῖστοι συγκεχυμένοις τοῖς γράμμασιν ἤνεγκαν. ὅμως δὲ πλείονες ἔδοξαν οἱ ἀπολύοντες γενέσθαι· καί τις ἐλέχθη καί δεκασμὸς διελθεῖν.
しかしながら、そのとき民衆が彼に不利な証言をして結束した者たちに対立したため、恐れをなした裁判人たちは身の回りに警護を巡らせ、大半の者は投票板の文字を判読できぬようにして提出した。それでも無罪とする者の方が多数であることが判明し、買収の金がばらまかれたとも言われた。
ὅθεν ὁ μέν Κάτλος ἀπαντήσας τοῖς κριταῖς, ὑμεῖς, εἶπεν, ὡς ἀληθῶς ὑπὲρ ἀσφαλείας ᾐτήσασθε τὴν φυλακήν, φοβούμενοι μή τις ὑμῶν ἀφέληται τὸ ἀργύριον. Κικέρων δὲ τοῦ Κλωδίου πρὸς αὐτὸν λέγοντος ὅτι μαρτυρῶν οὐκ ἔσχε πίστιν παρὰ τοῖς δικασταῖς, ἀλλʼ ἐμοὶ μέν, εἶπεν, οἱ πέντε καί εἴκοσι τῶν δικαστῶν ἐπίστευσαν τοσοῦτοι γάρ σου κατεψηφίσαντο· σοὶ δὲ τριάκοντα οὐκ ἐπίστευσαν οὐ γὰρ πρότερον ἀπέλυσαν ἢ ἔλαβον τὸ ἀργύριον.3
そのためカトゥルスは裁判人たちに行き会い、「お前たちは」と言った、「まことに身の安全のために警護を求めたのだな、誰かがお前たちから金を奪い取るのを恐れてのことだ」。 またクロディウスがキケロに向かって、お前が証言しても裁判人たちに信用されなかったではないかと言うと、「いや、私を」と彼は言った、「裁判人のうち二十五人は信用した。それだけの者がお前に有罪の票を投じたからだ。しかしお前を三十人は信用しなかった。金を受け取るまではお前を無罪にしなかったからな」。
ὁ μέντοι Καῖσαρ οὐ κατεμαρτύρησε κληθεὶς ἐπὶ τὸν Κλώδιον, οὐδʼ ἔφη μοιχείαν κατεγνωκέναι τῆς γυναικός, ἀφεικέναι δʼ αὐτὴν ὅτι τὸν Καίσαρος ἔδει γάμον οὐ πράξεως αἰσχρᾶς μόνον, ἀλλὰ καί φήμης καθαρὸν εἶναι.
一方のカエサルは、クロディウスに対する証人として召喚されたものの不利な証言をせず、また妻の密通を認めたわけでもないとし、彼女を離縁したのは、カエサルの婚姻は恥ずべき行為だけでなく、その風評からも潔白でなければならないからだと述べた。
- 29.1ἰσχυριζομένου δὲ πρὸς τὸ ἔγκλημα τῷ μηδὲ γεγονέναι κατʼ ἐκεῖνον ἐν Ῥώμῃ τὸν χρόνον, ἀλλʼ ἐν τοῖς πορρωτάτω χωρίοις διατρίβειν, κατεμαρτύρησεν ὡς ἀφιγμένου πρὸς αὐτὸν οἴκαδε
ἰσχυριζομένου はクロディウスを意味上の主語とする属格絶対構文。それに続く τῷ μηδὲ γεγονέναι... διατρίβειν は冠詞付き不定詞(与格)で、抗弁(ἰσχυριζομένου)の論拠・理由を表す。後半の ὡς ἀφιγμένου... καί διειλεγμένου は、主節動詞 κατεμαρτύρησεν(〜に対して不利な証言をした)の目的語となる陳述内容を、主観的提示を示す接続詞 ὡς を伴う属格分詞(属格絶対構文の転用)によって表している。
- 29.2ὡς τῷ Κικέρωνι βουλομένην γαμηθῆναι καί τοῦτο διὰ Τύλλου τινὸς πράττουσαν
接続詞 ὡς に対格分詞 βουλομένην と πράττουσαν が後続し、先行する τὴν ἀδελφὴν τὴν ἐκείνου Κλωδίαν に性・数・格が一致している。ここでは客観的事実としてではなく、「テレンティアがそう思い込んでいた・主張していた」という主観的理由・思惑を表す構文である。
- 29.6οὐ γὰρ πρότερον ἀπέλυσαν ἢ ἔλαβον τὸ ἀργύριον
οὐ πρότερον ... ἤ は「〜するより前には…しなかった」、すなわち「〜してはじめて…した」を意味する慣用構文。ここでは否定辞 οὐ とアオリスト直説法 ἀπέλυσαν および ἔλαβον が組み合わされ、「金を受け取ってはじめて無罪放免にした」という痛烈な皮肉を表している。
