← プルタルコス

キケロ伝

§26.1-26.8

ヴァティニウスら同時代人に対する辛辣な寸鉄

キケロがクラッスス、ヴァティニウス、ゲッリウス、メテッルス・ネポスなどの同時代人たちに対して放った様々な毒舌や機知に富んだ寸鉄の言葉(アポフテグマ)が列挙される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§26.1

μέλλων δὲ Κράσσος εἰς Συρίαν ἀπαίρειν ἐβούλετο τὸν Κικέρωνα μᾶλλον αὐτῷ φίλον ἢ ἐχθρὸν εἶναι· καί φιλοφρονούμενος ἔφη βούλεσθαι δειπνῆσαι παρʼ αὐτῷ· κἀκεῖνος ὑπεδέξατο προθύμως. ὀλίγαις δʼ ὕστερον ἡμέραις περὶ Βατινίου φίλων τινῶν ἐντυγχανόντων ὡς μνωμένου διαλύσεις καί φιλίαν1 ἦν γὰρ ἐχθρός, οὐ δήπου καί Βατίνιος, εἶπε, δειπνῆσαι παρʼ ἐμοὶ βούλεται; πρὸς μὲν οὖν Κράσσον τοιοῦτος.

クラッススはシリアへと出港しようとしていたとき、キケロが自分に対して敵であるよりは味方であることを望んだ。そして親愛の情を示して、キケロの許で食事をしたいと言った。キケロも彼を快く迎え入れた。数日後、幾人かの友人がヴァティニウスについて、彼が和解と友好を求めていると言って取りなしたところ――というのもヴァティニウスは敵であったからだが――キケロは言った。 「まさかヴァティニウスまでが、私の許で食事をしたいと望んでいるわけではあるまいね」クラッススに対してはこのような態度であった。

§26.2

αὐτὸν δὲ τὸν Βατίνιον ἔχοντα χοιράδας ἐν τῷ τραχήλῳ καί λέγοντα δίκην οἰδοῦντα ῥήτορα προσεῖπεν. ἀκούσας δʼ ὅτι τέθνηκεν, εἶτα μετὰ μικρὸν πυθόμενος σαφῶς ὅτι ζῇ, κακὸς τοίνυν ἀπόλοιτο κακῶς ὁ ψευσάμενος.

またヴァティニウス自身が首に瘰癧を患いながら弁論を行っていたときには、彼を「腫れ上がった弁論家」と呼んだ。さらに彼が死んだと聞いて、その少し後に彼が生きていると確かに知らされると、「ならば嘘をついた悪党が無残に死ぬがよい」と言った。

§26.3

ἐπεὶ δὲ Καίσαρι ψηφισαμένῳ τὴν ἐν Καμπανίᾳ χώραν κατανεμηθῆναι τοῖς στρατιώταις πολλοὶ μὲν ἐδυσχέραινον ἐν τῇ βουλῇ, Λεύκιος δὲ Γέλλιος ὁμοῦ τι πρεσβύτατος ὢν εἶπεν ὡς οὐ γενήσεται τοῦτο ζῶντος αὐτοῦ, περιμείνωμεν εἶπεν ὁ Κικέρων, μακρὰν γὰρ οὐκ αἰτεῖται Γέλλιος ὑπέρθεσιν. ἦν δέ τις Ὀκταούιος αἰτίαν ἔχων ἐκ Λιβύης γεγονέναι· πρὸς τοῦτον ἔν τινι δίκῃ λέγοντα τοῦ Κικέρωνος μὴ ἐξακούειν, καὶ μὴν οὐκ ἔχεις, εἶπε, τὸ οὖς ἀτρύπητον.2 Μετέλλου δὲ Νέπωτος εἰπόντος ὅτι πλείονας καταμαρτυρῶν ἀνῄρηκεν ἢ συνηγορῶν σέσωκεν, ὁμολογῶ γάρ, ἔφη, πίστεως ἐν ἐμοὶ πλέον ἢ δεινότητος εἶναι.

カエサルがカンパニアの土地を兵士たちに分配する法案を提出したとき、元老院では多くの者が不満を抱いたが、ルキウス・ゲッリウスは元老院の最長老格の一人でありながら、自分が生きている間は決してそのようなことは起きないだろうと言った。これに対してキケロは言った。 「待とうではないか。ゲッリウスは長い猶予を求めてはいないのだから」また、リビアの出身であるという噂のあったオクタウィウスという男がいた。この男がとある裁判で、キケロの声がよく聞こえないと言ったのに対し、キケロは言った。 「だが確かに、お前は耳に穴が開いていないわけではないぞ」またメテッルス・ネポスが、キケロは証言によって破滅させた者のほうが弁護によって救った者よりも多いと言ったのに対して、「その通りだ。私には雄弁さよりも信用のほうが多いのだから」と言った。

§26.5

νεανίσκου δέ τινος αἰτίαν ἔχοντος ἐν πλακοῦντι φάρμακον τῷ πατρὶ δεδωκέναι θρασυνομένου καί λέγοντος ὅτι λοιδορήσει τὸν Κικέρωνα, τοῦτο, ἔφη, παρὰ σοῦ βούλομαι μᾶλλον ἢ πλακοῦντα. Ποπλίου δὲ Σηστίου συνήγορον μὲν αὐτὸν ἔν τινι δίκῃ παραλαβόντος μεθʼ ἑτέρων, αὐτοῦ δὲ πάντα βουλομένου λέγειν καί μηδενὶ παριέντος εἰπεῖν, ὡς δῆλος ἦν ἀφιέμενος ὑπὸ τῶν δικαστῶν ἤδη τῆς ψήφου φερομένης, χρῶ σήμερον, ἔφη, τῷ καιρῷ, Σήστιε μέλλεις γὰρ αὔριον ἰδιώτης εἶναι. Πόπλιον δὲ Κώνσταν νομικὸν εἶναι βουλόμενον, ὄντα δʼ ἀμαθῆ καί ἀφυῆ, πρός τινα δίκην ἐκάλεσε μάρτυρα· τοῦ δὲ μηδὲν εἰδέναι φάσκοντος, ἴσως, ἔφη, δοκεῖς περὶ τῶν νομικῶν ἐρωτᾶσθαι. Μετέλλου δὲ Νέπωτος ἐν διαφορᾷ τινι πολλάκις λέγοντος τίς σοῦ πατήρ ἐστιν, ὁ Κικέρων σοὶ ταύτην ἔφη τὴν ἀπόκρισιν ἡ μήτηρ χαλεπωτέραν ἐποίησεν.

ある青年が、ケーキに毒を盛って父に与えたという嫌疑をかけられていたが、尊大に振る舞い、キケロを罵倒してやると言ったとき、キケロは言った。 「お前からは、ケーキよりもそちらのほうをもらいたいものだ」またプブリウス・セスティウスが、ある裁判で他の弁護人たちとともにキケロを弁護人に選んでおきながら、自分一人で全てを語ろうとして誰にも発言を譲らず、すでに投票が行われて裁判人たちによって無罪放免されることが明白であったとき、キケロは言った。 「セスティウスよ、今日の機会を存分に使うがよい。明日にはお前も一私人に戻るのだから」またプブリウス・コンスタスは法律家になりたがっていたが無知で無能であったが、キケロは彼をある裁判に証人として召喚した。彼が「何も知らない」と言ったところ、キケロは言った。 「おそらく君は、法律問題について尋問されていると思っているのだろう」またメテッルス・ネポスがある諍いの中で幾度も「お前の父は誰なのか」と言ったのに対し、キケロは言った。 「お前の母上が、お前にとってその答えをより困難なものにしたのだ」ネポスの母は放蕩であると見なされており、彼自身も気まぐれな人物であった。

§26.7

ἐδόκει δʼ ἀκόλαστος ἡ μήτηρ εἶναι τοῦ Νέπωτος, αὐτὸς δέ τις εὐμετάβολος. καί ποτε τὴν δημαρχίαν ἀπολιπὼν ἄφνω πρὸς Πομπήϊον ἐξέπλευσεν εἰς Συρίαν, εἶτʼ ἐκεῖθεν ἐπανῆλθεν ἀλογώτερον. θάψας δὲ Φίλαγρον τὸν καθηγητὴν ἐπιμελέστερον ἐπέστησεν αὐτοῦ τῷ τάφῳ κόρακα λίθινον καί ὁ Κικέρων· τοῦτʼ, ἔφη σοφώτερον ἐποίησας· πέτεσθαι γάρ σε μᾶλλον ἢ λέγειν ἐδίδαξεν.

かつて彼は護民官の職を突然放棄してシリアのポンペイウスのもとへ船出し、その後そこからさらにわけもなく帰国した。また教師のピラグロスを手厚く埋葬した際、その墓の上に石のカラスを据えた。するとキケロは言った。 「これは賢明なことをした。彼は君に弁論することよりも飛ぶことを教えたのだから」またマルクス・アッピウスがある裁判の冒頭弁論で、友人が自分に配慮と雄弁と信義を提供するよう頼んできたと言ったとき、キケロは言った。

§26.8

ἐπεὶ δὲ Μᾶρκος Ἄππιος ἔν τινι δίκῃ προοιμιαζόμενος εἶπε φίλον αὐτοῦ δεδεῆσθαι παρασχεῖν ἐπιμέλειαν καί λογιότητα καί πίστιν, εἶθʼ οὕτως, ἔφη, σιδηροῦς γέγονας ἄνθρωπος ὥστε μηδὲν ἐκ τοσούτων ὧν ᾐτήσαθʼ3 ὁ φίλος παρασχεῖν;

「友人が求めたそれほど多くのもののうち、何一つ提供しないほど、お前はそれほど鉄の心を持った人間なのか」

構文注3 件
  1. 26.1ὡς μνωμένου διαλύσεις καί φιλίαν

    ὡς+属格分詞による属格絶対構文。友人が述べている主張・口実(「和解と友好を求めているとして」)を主観的理由または報告内容として導いている。

  2. 26.3οὐκ ἔχεις ... τὸ οὖς ἀτρύπητον.

    二重否定(οὐκ ... ἀτρύπητον)による控えめな表現(リトテス)。オリエント地域において耳にピアスの穴を開ける習慣は奴隷や非自由民の身分を示唆する侮辱の含みを持つ。

  3. 26.8μηδὲν ἐκ τοσούτων ὧν ᾐτήσαθʼ

    関係代名詞の牽引(attractio relativi)。本来は対格 ἃ ᾐτήσατο(動詞 αἰτέω の直接目的語)となるべき関係代名詞が、先行詞 τοσούτων の属格に引きずられて ὧν と格変化している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:26.1-26.8