- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:16.1-16.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キケロの暗殺計画が露見して失敗に終わり、カティリーナは元老院で孤立して退去を命じられた後、軍勢を率いて公然と反乱を起こす。
ἐπεὶ δὲ ταύτην λαβὼν τὴν ἐξουσίαν ὁ Κικέρων τὰ μὲν ἔξω πράγματα Κοΐντῳ Μετέλλῳ διεπίστευσε, τὴν δὲ πόλιν εἶχε διὰ χειρὸς καὶ καθʼ ἡμέραν προῄει δορυφορούμενος ὑπʼ ἀνδρῶν τοσούτων τὸ πλῆθος ὥστε τῆς ἀγορᾶς πολὺ μέρος κατέχειν ἐμβάλλοντος αὐτοῦ τοὺς παραπέμποντας,1 οὐκέτι καρτερῶν τὴν μέλλησιν ὁ Κατιλίνας αὐτὸς μὲν ἐκπηδᾶν ἔγνω πρὸς τὸν Μάλλιον ἐπὶ τὸ στράτευμα, Μάρκιον δὲ καὶ Κέθηγον ἐκέλευσε ξίφη λαβόντας ἐλθεῖν ἐπὶ τὰς θύρας ἕωθεν ὡς ἀσπασομένους τὸν Κικέρωνα καὶ διαχρήσασθαι προσπεσόντας. τοῦτο Φουλβία, γυνὴ τῶν ἐπιφανῶν, ἐξαγγέλλει τῷ Κικέρωνι νυκτὸς ἐλθοῦσα καὶ διακελευσαμένη φυλάττεσθαι τοὺς περὶ τὸν Κέθηγον. οἱ δʼ ἧκον ἅμʼ ἡμέρᾳ, καὶ κωλυθέντες εἰσελθεῖν ἠγανάκτουν καὶ κατεβόων ἐπὶ θύραις, ὥστε ὑποπτότεροι γενέσθαι.
しかし、この権限を手にしたキケロが、外部の事態をクイントゥス・メテッルスに委ねる一方、都を自らの手中に収め、日々、彼が広場に入ると護衛の者たちがその大部分を占めるほど多数の男たちに守られて外出するようになると、カティリーナはもはや猶予に耐えかね、自らは外へ飛び出してマンリウスのもと、軍勢へ向かうことを決意した。そして彼はマルキウスとケテグスに対し、剣を帯びて早朝にキケロの邸宅を訪ね、挨拶にかこつけて急襲し彼を殺害するよう命じた。このことを名門の貴婦人フルウィアが夜分にキケロのもとへ赴き、ケテグスの一味を用心するよう警告して通報した。彼らは夜明けとともにやって来たが、入邸を阻まれると憤慨して門前で大声を上げて騒ぎ立てたため、いっそう疑われることとなった。
προελθὼν δʼ ὁ Κικέρων ἐκάλει τὴν σύγκλητον εἰς τὸ τοῦ Στησίου Διὸς ἱερόν, ὃν Στάτορα Ῥωμαῖοι καλοῦσιν, ἱδρυμένον ἐν ἀρχῇ τῆς ἱερᾶς ὁδοῦ, πρὸς τὸ Παλάτιον ἀνιόντων,2 ἐνταῦθα καὶ τοῦ Κατιλίνα μετὰ τῶν ἄλλων ἐλθόντος ὡς ἀπολογησομένου, συγκαθίσαι μὲν οὐδεὶς ὑπέμεινε τῶν συγκλητικῶν, ἀλλὰ πάντες ἀπὸ τοῦ βάθρου μετῆλθον. ἀρξάμενος δὲ λέγειν ἐθορυβεῖτο, καὶ τέλος ἀναστὰς ὁ Κικέρων προσέταξεν αὐτῷ τῆς πόλεως ἀπαλλάττεσθαι· δεῖν γὰρ αὐτοῦ μὲν λόγοις, ἐκείνου δʼ ὅπλοις πολιτευομένου μέσον εἶναι τὸ τεῖχος.3
その後、キケロは外に出て、パラティウムの丘へ登る聖なる道の起点に建てられた、ローマ人がスタトルと呼ぶステシオス・ゼウスの神殿に元老院を招集した。そこへカティリーナも弁明しようとして他の者たちとともに姿を現したが、元老院議員の誰も彼と同席することを容認せず、皆その座席から立ち去った。彼が発言を始めると罵声を浴びせられ、ついにキケロが立ち上がって、彼に都から退去するよう命じた。自分は言葉によって、彼は武力によって国政に関わっている以上、両者の間に城壁が横たわっていなければならない、と述べたのである。
ὁ μὲν οὖν Κατιλίνας εὐθὺς ἐξελθὼν μετὰ τριακοσίων ὁπλοφόρων καὶ περιστησάμενος αὑτῷ ῥαβδουχίας ὡς ἄρχοντι καὶ πελέκεις καὶ σημαίας ἐπαράμενος, πρὸς τὸν Μάλλιον ἐχώρει· καὶ δισμυρίων ὁμοῦ τι συνηθροισμένων ἐπῄει τὰς πόλεις ἀναπείθων καὶ ἀφιστὰς, ὥστε τοῦ πολέμου φανεροῦ γεγονότος τὸν Ἀντώνιον ἀποσταλῆναι διαμαχούμενον.
そこでカティリーナは直ちに三百人の武装兵を率いて脱出し、自らの周囲に執政官のごとく警吏の束桿や斧を配し、軍旗を掲げてマンリウスのもとへ進軍した。そしておよそ二万人を糾合すると諸都市を巡って人々を説得し離反させたため、公然たる戦争が勃発したとみなされ、アントニウスがこれと交戦するために派遣されることとなった。
- 16.1ὥστε τῆς ἀγορᾶς πολὺ μέρος κατέχειν ἐμβάλλοντος αὐτοῦ τοὺς παραπέμποντας
結果節(ὥστε+不定詞 κατέχειν)の中に属格絶対構文 ἐμβάλλοντος αὐτοῦ(「彼が進入すると」)が挿入されている。不定詞 κατέχειν の意味上の主語は対格の τοὺς παραπέμποντας(「護衛の者たち」)であり、目的語は τῆς ἀγορᾶς πολὺ μέρος である。
- 16.3πρὸς τὸ Παλάτιον ἀνιόντων
名詞を伴わない現在分詞属格複数形で、地理的・空間的道案内において「(人が)〜へ登っていくとき」という視点を表す慣用的表現(場所の規定に伴う独立属格または観点の属格)。
- 16.3δεῖν γὰρ αὐτοῦ μὲν λόγοις, ἐκείνου δʼ ὅπλοις πολιτευομένου μέσον εἶναι τὸ τεῖχος
キケロの発言内容を伝える間接話法(対格不定詞構文)。主動詞は非人称動詞 δεῖ の不定詞 δεῖν で、その主語・補語節として μέσον εἶναι τὸ τεῖχος(「城壁が中間に存在すること」)を取る。前半の αὐτοῦ μὲν λόγοις, ἐκείνου δʼ ὅπλοις πολιτευομένου は理由・状況を表す属格絶対構文で、分詞 πολιτευομένου は一方の主語 ἐκείνου に格・数が一致している(または両者を包括する表現)。
