← プルタルコス

デモステネス伝

§8.1-8.5

入念な演説準備への固執と即興演説の回避

デモステネスは日常の対話や他人の演説すらも徹底的な推敲と文体鍛錬の素材とし、即興を避けて周到な準備に固執したため、生まれつきの才能に欠けると揶揄されたが、彼は入念な準備こそ民衆への敬意であると弁じた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.1

οὐ μὴν ἀλλὰ καὶ τάς πρὸς τοὺς ἐκτὸς ἐντεύξεις καὶ λόγους καὶ ἀσχολίας ὑποθέσεις ἐποιεῖτο καὶ ἀφορμὰς τοῦ φιλοπονεῖν. ἀπαλλαγεὶς γὰρ αὐτῶν τάχιστα κατέβαινεν εἰς τὸ μελετητήριον, καὶ διεξῄει τάς τε πράξεις ἐφεξῆς καὶ τοὺς ὑπὲρ αὐτῶν ἀπολογισμούς, ἔτι δὲ τοὺς λόγους οἷς παρέτυχε λεγομένοις,1 ἀναλαμβάνων εἰς ἑαυτὸν εἰς γνώμας ἀνῆγε καὶ περιόδους, ἐπανορθώσεις τε παντοδαπὰς καὶ μεταφράσεις ἐκαινοτόμει τῶν εἰρημένων ὑφʼ ἑτέρου πρὸς ἑαυτὸν ἢ ὑφʼ αὐτοῦ πάλιν πρὸς ἄλλον, ἐκ τούτου δόξαν εἶχεν ὡς οὐκ εὐφυὴς ὤν, ἀλλʼ ἐκ πόνου συγκειμένῃ δεινότητι καὶ δυνάμει χρώμενος.

それだけでなく、彼は外部の人々との面会や対話、日常の仕事をも骨折りの主題とし端緒とした。それらから解放されると、彼は即座に練習部屋へと降りていき、一連の出来事とその弁明を順を追って検討したのである。さらに、自分が居合わせて耳にした演説を自らの心の中で反芻しては命題や周期文(整った複文)へと練り直し、他人が自分に対して言ったことや、逆に自分が他人に言ったことに対して、あらゆる修正や言い換えを試みた。このことから彼は、生まれつきの才能があるのではなく、労苦によって組み立てられた巧みさと能力を用いているのだという評判を得た。

§8.3

ἐδόκει τε τούτου σημεῖον εἶναι μέγα τὸ μὴ ῥᾳδίως ἀκοῦσαί τινα Δημοσθένους ἐπὶ καιροῦ λέγοντος, ἀλλὰ καὶ καθήμενον ἐν ἐκκλησίᾳ πολλάκις τοῦ δήμου καλοῦντος ὀνομαστὶ μὴ παρελθεῖν,2 εἰ μὴ τύχοι πεφροντικὼς καὶ παρεσκευασμένος. εἰς τοῦτο δὲ ἄλλοι τε πολλοὶ τῶν δημαγωγῶν ἐχλεύαζον αὐτόν, καὶ Πυθέας ἐπισκώπτων ἐλλυχνίων ἔφησεν ὄζειν αὐτοῦ τὰ ἐνθυμήματα.3

そして、このことの大きな証拠と見なされたのは、誰一人としてデモステネスが即興で語るのを容易には聞くことができず、民会で座っている彼を民衆がしばしば名指しで呼び出しても、あらかじめ熟考し準備していなければ前へ出てこなかったことである。この点に関して、民衆扇動家たちの多くが彼をあざ笑い、ピュテアスなどは彼の思索(弁論の論点)はランプの芯の匂いがすると言ってからかった。

§8.4

τοῦτον μὲν οὖν ἠμείψατο πικρῶς ὁ Δημοσθένης· οὐ ταὐτά γὰρ, εἶπεν, ἐμοὶ καὶ σοὶ, ὦ Πυθέα, ὁ λύχνος σύνοιδε. πρὸς δὲ τοὺς ἄλλους οὐ παντάπασιν ἦν ἔξαρνος, ἀλλʼ οὔτε γράψας οὔτʼ ἄγραφα κομιδῇ λέγειν ὡμολόγει. καὶ μέντοι δημοτικὸν ἀπέφαινεν ἄνδρα τὸν λέγειν μελετῶντα· θεραπείας γὰρ εἶναι τοῦτο δήμου παρασκευήν, τὸ δʼ ὅπως ἕξουσιν οἱ πολλοὶ πρὸς τὸν λόγον ἀφροντιστεῖν ὀλιγαρχικοῦ4 καὶ βίᾳ, μᾶλλον ἢ πειθοῖ προσέχοντος.

そこでデモステネスは彼に辛辣に言い返した。 「というのもピュテアスよ、 と言った、 ランプは私とお前において同じことを目撃しているのではないからだ」。 しかし他の者たちに対しては完全に否定することはなく、すべて書き留めて話すのでも、完全に原稿なしで話すのでもないと認めていた。さらに彼は、演説を稽古する者こそ民主派の人間であると明言した。なぜならこれは民衆への敬意の準備であり、他方で大衆がその演説に対してどのような態度をとるかを気にかけないのは寡頭派の人間、説得よりも力に頼る者のすることだからである。

§8.5

τῆς δὲ πρὸς καιρὸν ἀτολμίας αὐτοῦ καὶ τοῦτο ποιοῦνται σημεῖον, ὅτι Δημάδης μὲν ἐκείνῳ θορυβηθέντι πολλάκις ἀναστὰς ἐκ προχείρου συνεῖπεν, ἐκεῖνος δʼ οὐδέποτε Δημάδῃ.

また、彼の即興に対する臆病さの証拠として人々は次のことも挙げている。すなわち、彼が騒乱に遭った際にはデマデスがしばしば立ち上がって即座に擁護の演説をしたのに対し、デモステネスはデマデスに対して一度もそうしなかったということである。

構文注4 件
  1. 8.2οἷς παρέτυχε λεγομένοις

    関係代名詞 οἷς は先行詞 τοὺς λόγους を受け、動詞 παρέτυχε(παρατυγχάνω)の補語として与格をとると同時に分詞 λεγομένοις と結びついている。「彼が語られる場に居合わせた(演説)」の意。

  2. 8.3τὸ μὴ ῥᾳδίως ἀκοῦσαί τινα Δημοσθένους ἐπὶ καιροῦ λέγοντος, ἀλλὰ καὶ καθήμενον ἐν ἐκκλησίᾳ πολλάκις τοῦ δήμου καλοῦντος ὀνομαστὶ μὴ παρελθεῖν

    中性単数定冠詞 τό が二つの対格不定詞構文(μὴ ... ἀκοῦσαί τινα ... と καθήμενον ... μὴ παρελθεῖν)を包括して実質的な主語(σημεῖον εἶναι の主語)を形成している。後者の不定詞 παρελθεῖν の意味上の主語は対格分詞 καθήμενον(デモステネスを指す)である。

  3. 8.3ἐλλυχνίων ἔφησεν ὄζειν αὐτοῦ τὰ ἐνθυμήματα

    動詞 ὄζειν は芳香や匂いの源格として属格(ἐλλυχνίων)を支配する。「彼の着想・論点はランプの芯(夜なべの油煙)の匂いがする」という慣用的な表現。

  4. 8.4τὸ δʼ ὅπως ἕξουσιν οἱ πολλοὶ πρὸς τὸν λόγον ἀφροντιστεῖν ὀλιγαρχικοῦ

    名詞化不定詞句 τὸ ... ἀφροντιστεῖν(…を意に介さないこと)が主語であり、述語に性質の属格 ὀλιγαρχικοῦ [εἶναι](寡頭派の人間に特有である)をとる。間接疑問節 ὅπως ἕξουσιν ... は動詞 ἀφροντιστεῖν(気にかけない)の目的語として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:8.1-8.5