- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:5.1-5.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスはカリストラトスの法廷弁論を密かに傍聴したことで弁論の力に圧倒され、弁論家を志してイサイオスに師事した経緯が語られる。
τῆς δὲ πρὸς τοὺς λόγους ὁρμῆς ἀρχὴν αὐτῷ φασι τοιαύτην γενέσθαι. Καλλιστράτου τοῦ ῥήτορος ἀγωνίζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν τῷ δικαστηρίῳ μέλλοντος1 ἦν προσδοκία τῆς δίκης μεγάλη διά τε τὴν τοῦ ῥήτορος δύναμιν, ἀνθοῦντος τότε μάλιστα τῇ δόξῃ, καί διά τὴν πρᾶξιν οὖσαν περιβόητον.
彼が弁論術へと向かう衝動の端緒は、次のようなものであったと言われている。弁論家カリストラトスが法廷でオロポスを巡る裁判を争うことになった際、その弁論家の力量――当時とりわけ名声の絶頂にあった――のゆえにも、また事件そのものが世に知れ渡っていたゆえにも、その裁判への期待は大きなものであった。
ἀκούσας οὖν ὁ Δημοσθένης τῶν διδασκάλων καί τῶν παιδαγωγῶν συντιθεμένων τῇ δίκῃ παρατυχεῖν, ἔπεισε τὸν ἑαυτοῦ παιδαγωγὸν δεόμενος καί προθυμούμενος ὅπως αὑτὸν ἀγάγοι πρὸς τὴν ἀκρόασιν. ὁ δʼ ἔχων πρὸς τοὺς ἀνοίγοντας τὰ δικαστήρια δημοσίους συνήθειαν, εὐπόρησε χώρας ἐν ᾗ καθήμενος ὁ παῖς ἀδήλως ἀκούσεται τῶν λεγομένων.2
そこでデモステネスは、教師たちや教育係たちがその裁判を傍聴しようと打ち合わせているのを耳にし、懇願して熱意を示し、自らを聴講へと連れて行ってもらうよう自分の教育係を説得した。そして教育係は、法廷を開廷する役人たちと昵懇であったため、少年が座って人目を引かずに発言を聞くことができる場所を工面した。
εὐημερήσαντος δὲ τοῦ Καλλιστράτου καί θαυμασθέντος ὑπερφυῶς, ἐκείνου μὲν ἐζήλωσε τὴν δόξαν, ὁρῶν προπεμπόμενον ὑπὸ τῶν πολλῶν καί μακαριζόμενον, τοῦ δὲ λόγου μᾶλλον ἐθαύμασε καί κατενόησε τὴν ἰσχὺν ὡς πάντα χειροῦσθαι καί τιθασεύειν πεφυκότος.3 ὅθεν ἐάσας τὰ λοιπὰ μαθήματα καί τὰς παιδικὰς διατριβάς, αὐτὸς αὑτὸν ἤσκει καί διεπόνει ταῖς μελέταις, ὡς ἂν τῶν λεγόντων ἐσόμενος καί αὐτός.
カリストラトスが成功を収め、尋常ならざる称賛を受けると、デモステネスは、彼が大勢の人々に送られ祝福されているのを見てその名声を羨望したものの、何よりも弁論の力に感嘆し、それが万物を屈服させ手なずける本性を備えていることを悟った。そのため、残りの学課や少年時代の気晴らしを放棄し、自らも弁論家の一人となるつもりで、熱心に練習を重ねて自らを鍛え上げた。
ἐχρήσατο δὲ Ἰσαίῳ πρὸς τὸν λόγον ὑφηγητῇ,4 καίπερ Ἰσοκράτους τότε σχολάζοντος, εἴτε, ὥς τινες λέγουσι, τὸν ὡρισμένον μισθὸν Ἰσοκράτει τελέσαι μὴ δυνάμενος, τὰς δέκα μνᾶς, διὰ τὴν ὀρφανίαν, εἴτε μᾶλλον τοῦ Ἰσαίου τὸν λόγον ὡς δραστήριον καί πανοῦργον ἐπὶ τὴν χρείαν ἀποδεχόμενος.
彼は弁論の指導者としてイサイオスに師事したが、当時イソクラテスが教授を行っていたにもかかわらずそうしたのは、ある人々が言うように、孤児の境遇ゆえにイソクラテスに定められた謝金である十ムナを支払うことができなかったためか、あるいはむしろイサイオスの弁論を、実践の必要にかなった活動的で巧妙なものとして評価したためであった。
Ἕρμιππος δέ φησιν ἀδεσπότοις ὑπομνήμασιν ἐντυχεῖν ἐν οἷς ἐγέγραπτο τὸν Δημοσθένην συνεσχολακέναι Πλάτωνι καί πλεῖστον εἰς τοὺς λόγους ὠφελῆσθαι, Κτησιβίου δὲ μέμνηται λέγοντος5 παρὰ Καλλίου τοῦ Συρακουσίου καί τινων ἄλλων τὰς Ἰσοκράτους τέχνας καί τὰς Ἀλκιδάμαντος κρύφα λαβόντα τὸν Δημοσθένην καταμαθεῖν.
しかしヘルミッポスが言うには、デモステネスがプラトンの講義を聴き、弁論のために多大な恩恵を受けたと書かれていた作者不詳の手記を見出したとのことである。また彼は、デモステネスがシラクサのカリアスやその他の人々からイソクラテスやアルキダマスの弁論術の手引書を密かに入手して習得したと語るクテシビオスの言にも言及している。
- 5.1Καλλιστράτου τοῦ ῥήτορος ἀγωνίζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν τῷ δικαστηρίῳ μέλλοντος
独立属格構文。Καλλιστράτου... μέλλοντος が核となり、不定詞 ἀγωνίζεσθαι が μέλλοντος の補足語となっている。ἀγωνίζεσθαι κρίσιν は「裁判を争う」という同族目的語的な対格表現。
- 5.2ἐν ᾗ καθήμενος ὁ παῖς ἀδήλως ἀκούσεται τῶν λεγομένων
関係代名詞 ᾗ に導かれる関係節内で動詞が未来直説法 ἀκούσεται となっている。これは目的節に準じる用法(「〜できるような場所」)で、当時の少年の視点から見た意図・予定を表す。
- 5.3ὡς πάντα χειροῦσθαι καί τιθασεύειν πεφυκότος
ὡς に分詞 πεφυκότος(完了分詞属格単数男性)が後置された構文で、先行する τοῦ λόγου(あるいはその ἰσχύν)の性質に関する主観的根拠・認識を示す。「万物を屈服させ手なずける自然の性質を備えているものとして」の意。属格形は意味上の先行語 τοῦ λόγου と一致している。
- 5.4ἐχρήσατο δὲ Ἰσαίῳ πρὸς τὸν λόγον ὑφηγητῇ
χράομαι(与格支配)の目的語として Ἰσαίῳ が置かれ、ὑφηγητῇ は述語的与格として機能している(「イサイオスを指導者として用いた/師事した」)。πρὸς τὸν λόγον は「弁論に関して」という限定の副詞句。
- 5.5Κτησιβίου δὲ μέμνηται λέγοντος
μέμνημαι が属格名詞(Κτησιβίου)と分詞(λέγοντος)を伴う構文で、「〜が…と述べていることに言及している」の意。λέγοντος の目的語として続く対格不定詞構文(τὸν Δημοσθένην... καταμαθεῖν)が展開される。
