← プルタルコス

デモステネス伝

§3.1-3.4

デモステネスとキケロの類似と執筆方針

著者は『対比列伝』第5巻となる本篇でデモステネスとキケロを扱うにあたり、演説の巧拙の比較ではなく政治的行動と天性の類似性に焦点を当てる執筆方針を示し、二人の性格と境遇の驚くべき類似を概括した上で、年長者であるデモステネスから論じ始める旨を告げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

διὸ καὶ γράφοντες ἐν τῷ βιβλίῳ τούτῳ, τῶν παραλλήλων βίων ὄντι πέμπτῳ, περὶ Δημοσθένους καὶ Κικέρωνος, ἀπὸ τῶν πράξεων καὶ τῶν πολιτειῶν τὰς φύσεις αὐτῶν καὶ τὰς διαθέσεις πρὸς ἀλλήλας ἐπισκεψόμεθα, τὸ δὲ τοὺς λόγους ἀντεξετάζειν καὶ ἀποφαίνεσθαι πότερος ἡδίων ἢ δεινότερος εἰπεῖν, ἐάσομεν.1

それゆえ我々も、対比列伝の第五巻にあたるこの書において、デモステネスとキケロについて著述するにあたり、彼らの行動や国政への関わりから彼らの天性と気質を互いに照らし合わせて考察することとし、演説を比較考量してどちらがより心地よいか、あるいは演説においてより優れているかを論定することは差し控えることにする。

§3.2

κακὴ γὰρ, ὥς φησιν ὁ Ἴων, ἡ δελφῖνος ἐν χέρσῳ βία, ἣν ὁ περιττὸς ἐν ἅπασι Κεκίλιος ἀγνοήσας ἐνεανιεύσατο σύγκρισιν τοῦ Δημοσθένους καὶ Κικέρωνος ἐξενεγκεῖν. ἀλλὰ γὰρ ἴσως, εἰ παντὸς ἦν τὸ γνῶθι σαυτὸν ἔχειν πρόχειρον,2 οὐκ ἂν ἐδόκει πρόσταγμα θεῖον εἶναι. Δημοσθένην γὰρ καὶ Κικέρωνα τὸν αὐτὸν ἔοικε πλάττων ἀπʼ ἀρχῆς ὁ δαίμων3 πολλὰς μὲν ἐμβαλεῖν εἰς τὴν φύσιν αὐτῶν τῶν ὁμοιοτήτων, ὥσπερ τὸ φιλότιμον καὶ φιλελεύθερον ἐν τῇ πολιτείᾳ, πρὸς δὲ κινδύνους καὶ πολέμους ἄτολμον, πολλὰ δʼ ἀναμῖξαι καὶ τῶν τυχηρῶν.

というのも、イオンが言うように、「陸の上ではイルカの力も役に立たない」からであり、何事においても度を超すカエキリウスは、この言葉を弁えずに、デモステネスとキケロの比較論を世に出すという無謀な挙に出たのであった。しかし思えば、おそらく「汝自身を知れ」という言葉を手近に保つことが誰にでもできることであるなら、それが神託の命じるところとは見なされなかったであろう。神意は、初めからデモステネスとキケロを同じ者として形づくり、彼らの天性に多くの類似点、例えば国政における名誉心や自由への愛、その一方で危険や戦争に対しては臆病であるといった特徴を吹き込み、さらに運命のめぐりあわせにも多くの共通する要素を混じり合わせたように思われる。

§3.3

δύο γὰρ ἑτέρους οὐκ ἂν εὑρεθῆναι δοκῶ ῥήτορας4 ἐκ μὲν ἀδόξων καὶ μικρῶν ἰσχυροὺς καὶ μεγάλους γενομένους, προσκρούσαντας δὲ βασιλεῦσι καὶ τυράννοις, θυγατέρας δʼ ἀποβαλόντας, ἐκπεσόντας δὲ τῆς πατρίδος, κατελθόντας δὲ μετὰ τιμῆς, ἀποδράντας δʼ αὖθις καὶ ληφθέντας ὑπὸ τῶν πολεμίων, ἅμα δὲ παυσαμένῃ τῇ τῶν πολιτῶν ἐλευθερίᾳ τὸν βίον συγκαταστρέψαντας·

実際、無名で微小な身分から身を起こして強大となった弁論家で、王や独裁者たちと衝突し、娘を失い、祖国を追放され、名誉とともに帰国し、再び逃亡して敵の手に落ち、市民の自由の終焉とともにその生涯を終えたような二人の人物を、他に見出すことはできないと私は思う。

§3.4

ὥστε, εἰ γένοιτο τῇ φύσει καὶ τῇ τύχῃ καθάπερ τεχνίταις ἅμιλλα, χαλεπῶς ἂν διακριθῆναι πότερον αὕτη τοῖς τρόποις ἢ τοῖς πράγμασιν ἐκείνη5 τοὺς ἄνδρας ὁμοιοτέρους ἀπείργασται. λεκτέον δὲ περὶ τοῦ πρεσβυτέρου πρότερον.

したがって、もし天性と運命とのあいだに工人たちの技比べのような競い合いが生じたとするなら、天性がその性向によって二人をより似た者に仕立て上げたのか、それとも運命がその境遇によってそうしたのかを判断することは困難であろう。さて、より年長の者について先に論じることにしよう。

構文注5 件
  1. 3.1τὸ δὲ τοὺς λόγους ἀντεξετάζειν καὶ ἀποφαίνεσθαι πότερος ἡδίων ἢ δεινότερος εἰπεῖν, ἐάσομεν

    冠詞 τὸ に率いられた二つの不定詞句(τοὺς λόγους ἀντεξετάζειν および ἀποφαίνεσθαι)が主動詞 ἐάσομεν の直接目的語(対格)を構成している。不定詞 εἰπεῖν は形容詞 ἡδίων および δεινότερος を限定する制限の不定詞(「話すことにおいて」)。

  2. 3.2εἰ παντὸς ἦν τὸ γνῶθι σαυτὸν ἔχειν πρόχειρον

    従属節は反実仮想の条件文(未完了過去 ἦν、主節 οὐκ ἂν ἐδόκει)。述語の属格 παντός は性質・所有を表し、「万人のなせる業である」「誰にでもできる」の意。実質的な主語は不定詞句 τὸ ... ἔχειν πρόχειρον であり、格言「汝自身を知れ(γνῶθι σαυτόν)」を名詞的に内包している。

  3. 3.2Δημοσθένην γὰρ καὶ Κικέρωνα τὸν αὐτὸν ἔοικε πλάττων ἀπʼ ἀρχῆς ὁ δαίμων

    人称構文(ἔοικε ὁ δαίμων ... ἐμβαλεῖν)において、文頭の Δημοσθένην καὶ Κικέρωνα は主語 ὁ δαίμων に一致する主格分詞 πλάττων の直接目的語として強調のため前置されており、男性単数対格 τὸν αὐτὸν はその述語対格(「二人を同じ者として形づくりながら」)として機能している。

  4. 3.3δύο γὰρ ἑτέρους οὐκ ἂν εὑρεθῆναι δοκῶ ῥήτορας

    人称動詞 δοκῶ が対格不定詞構文(δύο ἑτέρους ῥήτορας ... εὑρεθῆναι)を従えている。後続する一連の対格分詞(γενομένους, προσκρούσαντας, ἀποβαλόντας 等)はすべて先行する不定詞の意味上の主語 δύο ἑτέρους ῥήτορας に一致してこれを修飾している。

  5. 3.4πότερον αὕτη τοῖς τρόποις ἢ τοῖς πράγμασιν ἐκείνη

    指示代名詞 αὕτη(前者:先に挙げられた主要な概念 τῇ φύσει「天性」)と ἐκείνη(後者:もう一方の τῇ τύχῃ「運命」)が対比されている。それぞれ手段・原因の与格(τοῖς τρόποις「性向によって」、τοῖς πράγμασιν「出来事・境遇によって」)を伴い、間接疑問節の動詞 ἀπείργασται に係っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:3.1-3.4