← プルタルコス

デモステネス伝

§15.1-15.3

私訴・公訴の代弁執筆と演説の真偽

デモステネスが双方の当事者に代弁演説を書いたとされる私的訴訟での倫理的汚点、青年期の公的弁論の執筆事情、および『不法使節弁論』が実際に演説されたかどうかの真偽を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15.1

λέγεται δὲ καὶ τὸν κατὰ Τιμοθέου τοῦ στρατηγοῦ λόγον, ᾧ χρησάμενος Ἀπολλόδωρος εἷλε τὸν ἄνδρα τοῦ ὀφλήματος,1 Δημοσθένης γράψαι τῷ Ἀπολλοδώρῳ, καθάπερ καὶ τοὺς πρὸς Φορμίωνα καὶ Στέφανον, ἐφʼ οἷς εἰκότως ἠδόξησε. καὶ γὰρ ὁ Φορμίων ἠγωνίζετο λόγῳ Δημοσθένους πρὸς τὸν Ἀπολλόδωρον, ἀτεχνῶς καθάπερ ἐξ ἑνὸς μαχαιροπωλίου τὰ κατʼ ἀλλήλων ἐγχειρίδια πωλοῦντος αὐτοῦ τοῖς ἀντιδίκοις.

また、アポロドロスがそれを用いてその男に負債の支払いの勝訴を得た、将軍ティモテオスに対する演説も、デモステネスがアポロドロスのために書いたと言われている。同様にフォルミオンやステファノスに対する演説もそうであり、これらのことで彼は当然にも悪評を受けた。というのも、フォルミオンもまたアポロドロスに対抗してデモステネスの演説で法廷を争ったのであり、それはまったく、あたかも彼が一つの刃物屋から互いに対する短剣を訴訟当事者たちに売り渡すかのようであったからである。

§15.2

τῶν δὲ δημοσίων ὁ μὲν κατʼ Ἀνδροτίωνος καὶ Τιμοκράτους καὶ Ἀριστοκράτους ἑτέροις ἐγράφησαν, οὔπω τῇ πολιτείᾳ προσεληλυθότος· δοκεῖ γὰρ δυεῖν ἢ τριῶν δέοντα ἔτη τριάκοντα2 γεγονὼς ἐξενεγκεῖν τοὺς λόγους ἐκείνους· τὸν δὲ κατὰ Ἀριστογείτονος αὐτὸς ἠγωνίσατο, καὶ τὸν περὶ τῶν ἀτελειῶν, διὰ τὸν Χαβρίου παῖδα Κτήσιππον, ὥς φησὶν αὐτός, ὡς δʼ ἔνιοι λέγουσι, τὴν μητέρα τοῦ νεανίσκου μνώμενος.

公的な演説のうち、アンドロティオン、ティモクラテス、アリストクラテスに対するものは、彼がまだ国政に進出していなかったころに他人のために書かれたものである。というのも、彼は二十七ないし二十八歳になってそれらの演説を発表したと思われるからである。他方、アリストゲイトンに対する演説や、免税に関する演説は彼自身が争ったものであり、後者は彼自身が言うにはカブリアスの子クテシッポスのためであり、ある人々が言うには、その若者の母親に求婚していたためであった。

§15.3

οὐ μὴν ἔγημε ταύτην, ἀλλὰ Σαμίᾳ τινὶ συνῴκησεν, ὡς ἱστορεῖ Δημήτριος ὁ Μάγνης ἐν τοῖς περὶ συνωνύμων. ὁ δὲ κατʼ Αἰσχίνου τῆς παραπρεσβείας ἄδηλον εἰ λέλεκται·3 καίτοι φησὶν Ἰδομενεὺς παρὰ τριάκοντα μόνας τὸν Αἰσχίνην ἀποφυγεῖν. ἀλλʼ οὐκ ἔοικεν οὕτως ἔχειν τἀληθές, εἰ δεῖ τοῖς περὶ στεφάνου γεγραμμένοις ἑκατέρων λόγοις τεκμαίρεσθαι. μέμνηται γὰρ οὐδέτερος αὐτῶν ἐναργῶς οὐδὲ τρανῶς ἐκείνου τοῦ ἀγῶνος ὡς ἄχρι δίκης προελθόντος. ταυτὶ μὲν οὖν ἕτεροι διακρινοῦσι μᾶλλον.

もっとも、彼はこの女とは結婚せず、サモス島出身のある女と同居したと、マグネシアのデメトリオスは『同名異人について』の中で記録している。他方、アイスキネスに対する不法使節についての演説は、実際に演説されたかどうかは定かではない。もっとも、イドメネウスはアイスキネスがわずか三十票差で無罪となったと述べている。しかし、双方が書いた冠に関する演説から推測すべきであるとすれば、真相はそのようではないと思われる。彼らのどちらも、その法廷闘争が実際の裁判にまで進んだと明瞭にも明白にも言及していないからである。これらについては、他の人々がより深く判断するであろう。

構文注3 件
  1. 15.1εἷλε τὸν ἄνδρα τοῦ ὀφλήματος

    動詞 αἱρέω は法廷用語として「勝訴する」「有罪にする」の意で対格目的語をとり、争われた訴因や訴額(「負債、未払い金」)を属格 τοῦ ὀφλήματος で表している。

  2. 15.2δυεῖν ἢ τριῶν δέοντα ἔτη τριάκοντα

    δέοντα(δέω「欠けている」の現在能動分詞中性複数対格)が年数を表す ἔτη を修飾し、属格 δυεῖν ἢ τριῶν とともに「30年から2または3を引いた年数」、すなわち「27歳ないし28歳」を表す古典ギリシア語特有の減算法表現である。

  3. 15.3ὁ δὲ κατʼ Αἰσχίνου τῆς παραπρεσβείας ἄδηλον εἰ λέλεκται

    先取り構文(prolepsis)。従属節 εἰ λέλεκται の主語となるべき演説を示す名詞句 ὁ δὲ [λόγος] κατʼ Αἰσχίνου τῆς παραπρεσβείας が主節の頭に繰り上げ置かれ、形容詞 ἄδηλον を述語とする非人称構文と組み合わされている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:15.1-15.3