← プルタルコス

デモステネス伝

§1.1-1.3

名高き祖国と徳や幸福の関係

アルキビアデス賛辞の言葉を引いて名高き祖国が幸福に不可欠かという問いを提起し、真の幸福や徳は小都市の生まれであっても損なわれることはないと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1

ὁ μὲν γράψας τὸ ἐπὶ τῇ νίκῃ τῆς Ὀλυμπίασιν ἱπποδρομίας εἰς Ἀλκιβιάδην ἐγκώμιον, εἴτʼ Εὐριπίδης, ὡς ὁ πολὺς κρατεῖ λόγος, εἴθʼ ἕτερός τις ἦν, Σόσσιε, φησὶ χρῆναι1 τῷ εὐδαίμονι πρῶτον ὑπάρξαι τὰν πόλιν εὐδόκιμον ἐγὼ δὲ τῷ μὲν εὐδαιμονήσειν μέλλοντι τὴν ἀληθινὴν εὐδαιμονίαν, ἧς ἐν ἤθει καὶ διαθέσει τὸ πλεῖστόν ἐστιν, οὐδὲν διαφέρειν ἡγοῦμαι ἀδόξου καὶ ταπεινῆς πατρίδος ἢ μητρὸς ἀμόρφου καὶ μικρᾶς γενέσθαι.2

オリュンピアにおける競馬の勝利に際してアルキビアデスへの賛辞を書いた人物――それが広く流布している説のとおりエウリピデスであったのか、それとも別の誰かであったのかはともかく、ソッシオスよ――は、幸福な者には第一に「名高き都市」が存することが必要であると述べている。しかし私は、その大半が品性や心の性向のうちにある真の幸福を享受しようとする者にとっては、無名で卑小な祖国の生まれであることも、不器量で小柄な母から生まれることも何ら違いはないと考える。

§1.2

γελοῖον γάρ εἴ τις οἴοιτο3 τὴν Ἰουλίδα, μέρος μικρὸν οὖσαν οὐ μεγάλης νήσου τῆς Κέω, καὶ τὴν Αἴγιναν, ἣν τῶν Ἀττικῶν τις ἐκέλευεν ὡς λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς, ὑποκριτὰς μὲν ἀγαθοὺς τρέφειν καὶ ποιητάς, ἄνδρα δʼ οὐκ ἄν ποτε δύνασθαι δίκαιον καὶ αὐτάρκη καὶ νοῦν ἔχοντα καὶ μεγαλόψυχον προενεγκεῖν.

なぜなら、大きくもない島ケオスの一小部分であるイウリスや、アッティカのある人物がペイライエウスの目脂として取り除くように促したアイギナが、優れた役者や詩人を育みはしても、正しく自足的で、思慮深く気概ある人物を生み出すことは決してできないと考える者がいるとすれば、それは滑稽であるからだ。

§1.3

τὰς γὰρ ἄλλας τέχνας εἰκός ἐστι πρὸς ἐργασίαν ἢ δόξαν συνισταμένας ἐν ταῖς ἀδόξοις καὶ ταπειναῖς πόλεσιν ἀπομαραίνεσθαι, τὴν δʼ ἀρετὴν, ὥσπερ ἰσχυρὸν καὶ διαρκὲς φυτὸν, ἐν ἅπαντι ῥιζοῦσθαι τόπῳ, φύσεώς τε χρηστῆς καὶ φιλοπόνου ψυχῆς ἐπιλαμβανομένην. ὅθεν οὐδʼ ἡμεῖς, εἴ τι τοῦ φρονεῖν ὡς δεῖ καὶ βιοῦν ἐλλείπομεν,4 τοῦτο τῇ σμικρότητι τῆς πατρίδος, ἀλλʼ αὑτοῖς δικαίως ἀναθήσομεν.

というのも、利益や名声を目的として成り立つその他の技術は、無名で卑小な都市においては萎縮するのが自然であるが、徳は強靭で永続的な植物のように、優れた天分と勤勉な魂を捉えるならば、いかなる土地においても根を下ろすからである。それゆえ我々も、なすべき思慮や生き方にいささかでも欠けるところがあるならば、これを祖国の小ささに帰すのではなく、正当にも我ら自身に帰すべきなのである。

構文注4 件
  1. 1.1ὁ μὲν γράψας... φησὶ χρῆναι

    文頭の冠詞付き分詞 ὁ γράψας が主節の主語であり、挿入句(εἴτʼ... ἦν)や呼びかけ(Σόσσιε)を挟んで主動詞 φησί に至る構造。対比の μὲν は後続の ἐγὼ δὲ と呼応している。

  2. 1.1οὐδὲν διαφέρειν ἡγοῦμαι ἀδόξου καὶ ταπεινῆς πατρίδος ἢ μητρὸς ἀμόρφου καὶ μικρᾶς γενέσθαι

    οὐδὲν διαφέρειν(非人称動詞 διαφέρει の不定詞「何ら違いがない」)の主語は不定詞 γενέσθαι であり、τῷ μέλλοντι がその影響を受ける人を表す与格。また γενέσθαι に続く二つの属格句(ἀδόξου καὶ ταπεινῆς πατρίδος および μητρὸς ἀμόρφου καὶ μικρᾶς)は、起源・出身を表す属格である。

  3. 1.2γελοῖον γάρ εἴ τις οἴοιτο

    γελοῖον の後に繋辞 ἐστί が省略されている。仮定節(εἴ τις οἴοιτο)は希求法をとるが、帰結節は潜在の ἄν+希求法ではなく直説法(γελοῖόν ἐστιν)となっており、「もしそう考える者がいれば、それは(現実に)滑稽なことである」という話し手の断定を表す構文である。

  4. 1.3τοῦ φρονεῖν ὡς δεῖ καὶ βιοῦν ἐλλείπομεν

    動詞 ἐλλείπω(不足する、欠ける)が「〜に欠ける」という意味で冠詞付き不定詞句 τοῦ φρονεῖν ὡς δεῖ καὶ βιοῦν を分離・限定の属格として従えている。内挿された τι は直接目的語的な内面対格(「何らかの点で」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:1.1-1.3