← プルタルコス

グラックス兄弟伝

§Tiberius.17.1-Tiberius.17.5

重なる凶兆とティベリウスのカピトリウム登頂

民会へ向かうティベリウスに鳥占いの不吉な結果や敷居での負傷、カラスの石などの凶兆が相次ぐが、ブロッシウスの鼓舞と友人の報せを受けてカピトリウムへ赴き、民衆の熱烈な歓呼で迎えられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§Tiberius.17.1

ἅμα δʼ ἡμέρᾳ παρῆν ὁ τὰς ὄρνιθας αἷς διαμαντεύονται κομίζων, καὶ προέβαλλε τροφὴν αὐταῖς. αἱ δʼ οὐ προῆλθον, εἰ μὴ μία μόνη, διασείσαντος εὖ μάλα τοῦ ἀνθρώπου τὸ ἀγγεῖον· οὐδὲ αὕτη δὲ τῆς τροφῆς ἔθιγεν, ἀλλʼ ἐπάρασα τὴν ἀριστερὰν πτέρυγα καὶ παρατείνασα τὸ σκέλος πάλιν εἰς τὸ ἀγγεῖον κατέφυγε, τοῦτο καὶ τοῦ προτέρου σημείου τὸν Τιβέριον ἀνέμνησεν.

夜明けとともに、鳥占いを行うための鳥を連れた者がやって来て、鳥たちに餌を投げ与えた。しかし、その男が籠を大いに揺すぶったにもかかわらず、一羽だけを除いて鳥たちは出てこなかった。しかもその一羽さえ餌には触れず、左の翼を持ち上げ、足を伸ばして、再び籠の中へと逃げ戻ってしまった。このことがティベリウスに、以前の不吉な兆候をも思い出させた。

§Tiberius.17.2

ἦν γὰρ αὐτῷ κράνος ᾧ πρὸς τὰς μάχας ἐχρῆτο, κεκοσμημένον ἐκπρεπῶς καὶ διάσημον εἰς τοῦτο καταδύντες ὄφεις ἔλαθον ἐντεκόντες1 ὠά, καὶ ταῦτα ἐξεγλύψαντο. διὸ καὶ μᾶλλον ὁ Τιβέριος τοῖς περὶ τὰς ὄρνιθας ἐταράττετο. προῄει δὲ ὅμως, ἄνω τὸν δῆμον ἠθροῖσθαι περὶ τὸ Καπετώλιον πυνθανόμενος·

というのも、彼には実戦で用いていた、華麗に装飾された目立つ兜があったのだが、これに蛇が入り込み、知らぬ間に卵を産みつけて孵化させていたのである。それゆえ、ティベリウスは鳥にまつわる出来事によっていっそう激しく動揺した。しかしそれでも、民衆が上のカピトリウムのあたりに集まっていると聞いて、彼は進んでいった。

§Tiberius.17.3

καὶ πρὶν ἐξελθεῖν προσέπταισε πρὸς τὸν οὐδόν, σφοδρᾶς οὕτω πληγῆς γενομένης ὥστε τὸν μὲν ὄνυχα τοῦ μεγάλου δακτύλου ῥαγῆναι, τὸ δὲ αἷμα διὰ τοῦ ὑποδήματος ἔξω φέρεσθαι. μικρὸν δὲ αὐτοῦ προελθόντος ὤφθησαν ὑπὲρ κεράμου μαχόμενοι κόρακες ἐν ἀριστερᾷ· καὶ πολλῶν, ὡς εἰκὸς, ἀνθρώπων παρερχομένων, κατʼ αὐτὸν τὸν Τιβέριον λίθος ἀπωσθεὶς ὑπὸ θατέρου τῶν κοράκων ἔπεσε παρὰ τὸν πόδα. τοῦτο καὶ τοὺς θρασυτάτους τῶν περὶ αὐτὸν ἐπέστησεν·

そして外に出る前に敷居につまずき、その衝撃が激しかったため、足の親指の爪が割れ、履物を通して外へと血が滲み出た。彼がわずかに進んだとき、左側の瓦屋根の上でカラスたちが争っているのが見えた。そして、当然のことながら多くの人々が行き交う中で、そのカラスの一方に蹴り落とされた石が、ティベリウス自身の足元に落ちた。この出来事は、彼の従者たちのうち最も大胆な者たちをも立ち止まらせた。

§Tiberius.17.4

ἀλλὰ Βλόσσιος ὁ Κυμαῖος παρὼν αἰσχύνην ἔφη καὶ κατήφειαν ἂν εἶναι πολλήν εἰ Τιβέριος, Γράγχου μὲν υἱός, Ἀφρικανοῦ δὲ Σκηπίωνος θυγατριδοῦς, προστάτης δὲ τοῦ Ῥωμαίων δήμου, κόρακα δείσας οὐχ ὑπακούσειε2 τοῖς πολίταις καλοῦσι· τοῦτο μέντοι τὸ αἰσχρὸν οὐκ ἐν γέλωτι θήσεσθαι τοὺς ἐχθρούς, ἀλλʼ ὡς τυραννοῦντος καὶ τρυφῶντος ἤδη καταβοήσεσθαι πρὸς τὸν δῆμον.

しかし、居合わせたクマエのブロッシウスは、もしティベリウスが、グラックスの息子であり、大スキピオの孫であり、ローマの民衆の擁護者であるにもかかわらず、カラスを恐れて自分を呼ぶ市民たちに応じないならば、大いなる恥辱と落胆の種となるであろう、しかも敵たちはこの不名誉を笑い話で済ませることはなく、むしろすでに僭主となり驕り高ぶっているとして、民衆に向かって非難の声を上げるに違いない、と言った。

§Tiberius.17.5

ἅμα δὲ καὶ προσέθεον πολλοὶ τῷ Τιβερίῳ παρὰ τῶν ἐν Καπετωλίῳ φίλων, ἐπείγεσθαι κελεύοντες, ὡς τῶν ἐκεῖ καλῶς ἐχόντων, καὶ τά γε πρῶτα λαμπρῶς ἀπήντα τῷ Τιβερίῳ, φανέντι μὲν εὐθὺς ἀραμένων βοὴν φίλιον, ἀναβαίνοντα δὲ προθύμως δεχομένων3 καὶ περὶ αὐτὸν, ὡς μηδεὶς πελάσειεν ἀγνὼς, παραταττομένων.

同時に、カピトリウムにいる友人たちの側からも多くの者がティベリウスのもとへ駆け寄り、あちらの情勢は順調であるから急ぐようにと促した。そして事の初めは、ティベリウスにとって輝かしい巡り合わせとなった。彼が姿を現すと人々は直ちに親愛の叫び声を上げ、登ってくる彼を熱意を込めて迎え、見知らぬ者が誰も近づくことのないよう彼の周りに陣を敷いたのである。

構文注3 件
  1. Tiberius.17.2ἔλαθον ἐντεκόντες

    動詞 λανθάνω と分詞 ἐντεκόντες の結合による構文。「気づかれずに・人知れず卵を産みつけた」の意。主動詞側が「気づかれない」という様態を示し、意味上の主たる行為は分詞側が担う。

  2. Tiberius.17.4αἰσχύνην ἔφη καὶ κατήφειαν ἂν εἶναι πολλήν εἰ ... οὐχ ὑπακούσειε

    間接話法における潜在・条件構文。直接話法では αἰσχύνη ... ἂν εἴη, εἰ ... οὐχ ὑπακούσειε という希求法による仮定条件文に対応する。条件節(εἰ 節)で通常の μή ではなく οὐχ が用いられているのは、οὐχ ὑπακούσειε が「耳を貸さない」「拒絶する」という単一の強い否定的概念を形成しているためである。

  3. Tiberius.17.5φανέντι μὲν εὐθὺς ἀραμένων βοὴν φίλιον, ἀναβαίνοντα δὲ προθύμως δεχομένων

    主文の与格補語(τῷ Τιβερίῳ)の文脈において、独立属格構文(ἀραμένων, δεχομένων。意味上の主語は集まった民衆)が連続して用いられている。その中で、ティベリウスを指す分詞の格が文法的役割に応じて配分されている。すなわち、叫びの対象となる φανέντι は与格、迎え入れの直接目的語となる ἀναβαίνοντα は対格をとっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.17.1-Tiberius.17.5