← プルタルコス

グラックス兄弟伝

§Tiberius.12.1-Tiberius.12.5

オクタウィウスの解任と演壇からの排除

ティベリウスはオクタウィウスの解任法案の投票を進め、可決寸前に再度説得を試みるが拒絶され、法案は成立してオクタウィウスは力ずくで排除される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§Tiberius.12.1

καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσε τὴν ἐκκλησίαν τῇ δʼ ὑστεραίᾳ τοῦ δήμου συνελθόντος ἀναβὰς ἐπὶ τὸ βῆμα πάλιν ἐπειρᾶτο πείθειν τὸν Ὀκτάβιον ὡς δὲ ἦν ἀμετάπειστος, εἰσήνεγκε νόμον ἀφαιρούμενον αὐτοῦ τὴν δημαρχίαν, καὶ τοὺς πολίτας εὐθὺς ἐκάλει τὴν ψῆφον ἐπιφέροντας.

その時はこのような言葉をもって民会を解散したが、翌日民衆が集まると、演壇に登って再びオクタウィウスを説得しようと試みた。しかし彼が頑として聞き入れなかったため、その護民官職を剥奪する法案を提出し、直ちに市民たちを投票へと呼び集めた。

§Tiberius.12.2

οὐσῶν δὲ πέντε καὶ τριάκοντα φυλῶν, ὡς αἱ δεκαεπτὰ τὴν ψῆφον ἐπενηνόχεισαν καὶ μιᾶς ἔτι προσγενομένης ἔδει τὸν Ὀκτάβιον ἰδιώτην γενέσθαι, κελεύσας ἐπισχεῖν αὖθις ἐδεῖτο τοῦ Ὀκταβίου καὶ περιέβαλεν αὐτὸν ἐν ὄψει τοῦ δήμου καὶ κατησπάζετο, λιπαρῶν καὶ δεόμενος μήθʼ ἑαυτὸν ἄτιμον περιιδεῖν γενόμενον μήτʼ ἐκείνῳ βαρέος οὕτω καὶ σκυθρωποῦ πολιτεύματος αἰτίαν προσάψαι.1

部族が全部で三十五ある中で、十七の部族が票を投じ終え、あと一つの部族が加わればオクタウィウスは一私人にならざるを得ないという状況になったとき、ティベリウスは投票を一時中断するよう命じ、再びオクタウィウスに懇願した。そして民衆の面前で彼を抱擁し口づけをして、自分自身が不名誉を被るのを見過ごさないよう、また自分(ティベリウス)にこのような過酷で冷酷な施策の責任を負わせないようにと、熱心に懇願した。

§Tiberius.12.3

τούτων τῶν δεήσεων οὐ παντελῶς ἄτεγκτον οὐδʼ ἀτενῆ λέγουσιν ἀκροᾶσθαι τὸν Ὀκτάβιον, ἀλλὰ καὶ δακρύων ὑποπίμπλασθαι τὰ ὄμματα καὶ σιωπᾶν ἐπὶ πολὺν χρόνον, ὡς μέντοι πρὸς τοὺς πλουσίους καὶ τοὺς κτηματικοὺς συνεστῶτας ἀπέβλεψεν, αἰδεσθεὶς δοκεῖ καὶ φοβηθεὶς τὴν παρʼ ἐκείνοις ἀδοξίαν ὑποστῆναι πᾶν δεινὸν οὐκ ἀγεννῶς καὶ κελεῦσαι2 πράττειν ὃ βούλεται τὸν Τιβέριον.

オクタウィウスはこれらの懇願に対してまったく無感動でも頑なでもなく耳を傾け、両目には涙を浮かべ、長い間沈黙していたと言われる。しかし、集まり立っている富裕層や地主たちの方へ目をやると、彼らに対する恥じらいと悪評への恐れからか、いかなる危難にも堂々と立ち向かい、ティベリウスに望む通りに行うよう命じたようである。

§Tiberius.12.4

οὕτω δὴ τοῦ νόμου κυρωθέντος ὁ μὲν Τιβέριος τῶν ἀπελευθέρων τινὶ προσέταξεν ἀπὸ τοῦ βήματος ἑλκύσαι τὸν Ὀκτάβιον· ἐχρῆτο δὲ ὑπηρέταις ἀπελευθέροις ἰδίοις, καὶ τοῦτο τὴν ὄψιν οἰκτροτέραν τοῦ Ὀκταβίου παρέσχεν ἑλκομένου πρὸς ὕβριν.

こうして法案が可決されると、ティベリウスは解放奴隷の一人にオクタウィウスを演壇から引きずり下ろすよう命じた。彼は自らの解放奴隷を従者として用いていたが、このことが侮辱的に引きずり出されるオクタウィウスの姿をいっそう哀れなものに見せた。

§Tiberius.12.5

ὁ δὲ δῆμος ἐφώρμησεν αὐτῷ, καὶ τῶν πλουσίων συνδραμόντων καὶ διασχόντων τὰς χεῖρας, ὁ μὲν Ὀκτάβιος ἐσώθη μόλις ἐξαρπαγεὶς καὶ διαφυγὼν τὸν ὄχλον, οἰκέτην δὲ αὐτοῦ πιστὸν ἔμπροσθεν ἑστῶτα καὶ προτεταγμένον ἐξετύφλωσαν, ἄκοντος τοῦ Τιβερίου,3 καὶ πρὸς τὸν θόρυβον, ὡς ᾔσθετο τὰ γινόμενα, πολλῇ σπουδῇ καταδραμόντος.

民衆はオクタウィウスに襲いかかったが、富裕層が駆けつけて両手を広げて防いだため、オクタウィウスは辛うじて引き出され、群衆を逃れて難を免れた。しかし彼の前方に立ち塞がって主人を庇っていた忠実な召使いは目を潰されてしまった。これはティベリウスの本意ではなく、彼は何が起きているかを知ると、騒動のもとへと大急ぎで駆け下りて行ったのであった。

構文注3 件
  1. Tiberius.12.2μήθʼ ἑαυτὸν ἄτιμον περιιδεῖν γενόμενον μήτʼ ἐκείνῳ βαρέος οὕτω καὶ σκυθρωποῦ πολιτεύματος αἰτίαν προσάψαι

    不定詞構文における代名詞の指示対象の分担。不定詞 περιιδεῖν の意味上の主語は懇願の受け手であるオクタウィウスであり、再帰代名詞 ἑαυτόν はそのオクタウィウス(自分自身が権利剥奪・解任されること)を指す。一方、続く ἐκείνῳ は遠称の指示代名詞として発話者であるティベリウス自身(「彼に責任を負わせる」)を客体的に指している。

  2. Tiberius.12.3αἰδεσθεὶς δοκεῖ καὶ φοβηθεὶς τὴν παρʼ ἐκείνοις ἀδοξίαν ὑποστῆναι πᾶν δεινὸν οὐκ ἀγεννῶς καὶ κελεῦσαι

    文頭の λέγουσιν(対格不定詞構文:τὸν Ὀκτάβιον ἀκροᾶσθαι...)から、途中で挿入された人称構文 δοκεῖ(「〜と思われる」)へと文構造が転換している。分詞 αἰδεσθεὶς καὶ φοβηθείς および不定詞 ὑποστῆναι と κελεῦσαι は、主語として想定されるオクタウィウスと呼応して δοκεῖ の補足語となっている。

  3. Tiberius.12.5ἄκοντος τοῦ Τιβερίου

    属格独立構文(ἄκοντος τοῦ Τιβερίου「ティベリウスの意に反して」)。形容詞 ἄκοντος(ἄκων の男性単数属格)が後続の分詞 καταδραμόντος とともに Τιβερίου に一致する通常の属格独立構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.12.1-Tiberius.12.5