← プルタルコス

グラックス兄弟伝

§Tiberius.10.1-Tiberius.10.7

オクタウィウスの拒否権行使と公務停止の布告

大地主層に促された同僚の護民官オクタウィウスが拒否権を発動して土地法案を阻止したため、ティベリウスはより厳しい法案を再提出し、さらにあらゆる公務と国庫の運用を停止させる布告を出して全面対決の構えをとった。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§Tiberius.10.1

τούτους ἀπὸ φρονήματος μεγάλου καὶ πάθους ἀληθινοῦ τοὺς λόγους κατιόντας εἰς τὸν δῆμον ἐνθουσιῶντα καὶ συνεξανιστάμενον οὐδεὶς ὑφίστατο τῶν ἐναντίων, ἐάσαντες οὖν τὸ ἀντιλέγειν ἐπὶ Μᾶρκον Ὀκτάβιον τρέπονται τῶν δημάρχων ἕνα, νεανίαν ἐμβριθῆ τὸ ἦθος καὶ κόσμιον, ἑταῖρον δὲ τοῦ Τιβερίου καὶ συνήθη, διὸ τὸ μὲν πρῶτον αἰδούμενος ἐκεῖνον ἀνεδύετο· πολλῶν δὲ καὶ δυνατῶν δεομένων καὶ λιπαρούντων ὥσπερ ἐκβιασθεὶς ἀντικαθίστατο τῷ Τιβερίῳ καὶ διεκρούετο τὸν νόμον. ἔστι δὲ τοῦ κωλύοντος ἐν τοῖς δημάρχοις τὸ κράτος·1 οὐδὲν γὰρ οἱ πολλοὶ κελεύοντες περαίνουσιν ἑνὸς ἐνισταμένου.

大いなる誇りと真情から出たこれらの言葉が熱狂し同調して立ち上がる民衆へと注がれるのを前に、反対派の誰も立ち向かうことができなかった。そこで彼らは反論することを諦め、護民官の一人、人柄が重厚で節度ある若者であり、ティベリウスの同志にして親友でもあったマルクス・オクタウィウスに働きかけた。そのため彼は初め、ティベリウスへの遠慮から身を引いていたが、多くの有力者たちが懇願し迫るにつれ、あたかも強いられたかのようにティベリウスに対抗して立ち、法案を阻んだ。そもそも護民官においては、拒否権を行使する側に権力がある。一人が反対すれば、たとえ多数が要求しても何もなし得ないからである。

§Tiberius.10.3

πρὸς τοῦτο παροξυνθεὶς ὁ Τιβέριος τὸν μὲν φιλάνθρωπον ἐπανείλετο νόμον, τὸν δὲ ἡδίω τε τοῖς πολλοῖς καὶ σφοδρότερον ἐπὶ τοὺς ἀδικοῦντας εἰσέφερεν ἤδη, κελεύων ἐξίστασθαι τῆς χώρας ἣν ἐκέκτηντο παρὰ τοὺς προτέρους νόμους.

これに憤慨したティベリウスは、人道的な法案を取り下げ、今や民衆にとってより好ましく、不正を行う者たちに対してより峻烈な法案を提出し、以前の諸法に反して占有していた土地から立ち退くよう命じた。

§Tiberius.10.4

ἦσαν οὖν ὁμοῦ τι καθʼ ἑκάστην ἡμέραν ἀγῶνες αὐτῷ πρὸς τὸν Ὀκτάβιον ἐπὶ τοῦ βήματος, ἐν οἷς, καίπερ ἐξ ἄκρας σπουδῆς καὶ φιλονεικίας ἀντερείδοντες, οὐδὲν εἰπεῖν λέγονται περὶ ἀλλήλων φαῦλον, οὐδὲ ῥῆμα προπεσεῖν θατέρου πρὸς τὸν ἕτερον διʼ ὀργὴν ἀνεπιτήδειον. οὐ γὰρ μόνον ἐν βακχεύμασιν, ὡς ἔοικεν, ἀλλὰ καὶ ἐν φιλοτιμίαις καὶ ὀργαῖς τὸ πεφυκέναι καλῶς καὶ πεπαιδεῦσθαι σωφρόνως ἐφίστησι καὶ κατακοσμεῖ τὴν διάνοιαν.

そこでおよそ連日、演壇上で彼とオクタウィウスの間で激論が交わされたが、その際、極度の熱意と対抗心から反論し合いながらも、互いについて卑劣なことを口にすることはなく、怒りのあまりどちらか一方から他方へ不穏当な言葉が飛び出すこともなかったと言われる。どうやら、狂乱の時のみならず、名誉心や怒りの中にあっても、生まれつきの気質の善さと節度ある教育こそが精神を制御し整えるものと思われる。

§Tiberius.10.5

ἐπεὶ δὲ ἑώρα τὸν Ὀκτάβιον ἐνεχόμενον τῷ νόμῳ καὶ κατέχοντα τῆς δημοσίας χώρας συχνὴν ὁ Τιβέριος, ἐδεῖτο παρεῖναι τὴν φιλονεικίαν, ὑφιστάμενος αὐτῷ τὴν τιμὴν ἀποδώσειν ἐκ τῶν ἰδίων, καίπερ οὐ λαμπρῶν ὄντων, οὐκ ἀνασχομένου δὲ τοῦ Ὀκταβίου, διαγράμματι τὰς ἄλλας ἀρχὰς ἁπάσας ἐκώλυσε χρηματίζειν, ἄχρι ἂν ἡ περὶ τοῦ νόμου διενεχθῇ ψῆφος·2

しかし、オクタウィウス自身が法案に抵触し、公有地を多量に占有しているのを見たティベリウスは、対抗心を捨てるよう懇願し、自らの私財から、決して豊かではないにもかかわらず、その代償を支払うと申し出た。それでもオクタウィウスが受け入れなかったため、ティベリウスは布告によって、法案についての投票が実施されるまで、他のあらゆる公職者が公務を執行することを禁じた。

§Tiberius.10.6

τῷ δὲ τοῦ Κρόνου ναῷ σφραγῖδας ἰδίας ἐπέβαλεν, ὅπως οἱ ταμίαι μηδὲν ἐξ αὐτοῦ λαμβάνοιεν μηδʼ εἰσφέροιεν, καὶ τοῖς ἀπειθήσασι τῶν στρατηγῶν ζημίαν ἐπεκήρυξεν, ὥστε πάντας ὑποδείσαντας ἀφεῖναι τὴν ἑκάστῳ προσήκουσαν οἰκονομίαν.3

さらにサトゥルヌス神殿にみずからの封印を施し、財務官たちがそこから何も引き出さず納入もしないようにし、従わない法務官たちには過料を科すと予告したため、誰もが恐れをなして各自に課された職掌を放棄するに至った。

§Tiberius.10.7

ἐντεῦθεν οἱ κτηματικοὶ τὰς μὲν ἐσθῆτας μετέβαλον καὶ περιῄεσαν οἰκτροὶ καὶ ταπεινοὶ κατὰ τὴν ἀγοράν, ἐπεβούλευον δὲ τῷ Τιβερίῳ κρύφα καὶ συνίστασαν ἐπʼ αὐτὸν τοὺς ἀναιρήσοντας, ὥστε κἀκεῖνον οὐδενὸς ἀγνοοῦντος ὑποζώννυσθαι ξιφίδιον λῃστρικόν, ὃ δόλωνα καλοῦσιν.

ここから地主たちは衣服を改め、哀れで卑屈な姿で広場を歩き回る一方で、ティベリウスに対してひそかに陰謀を巡らし、彼を暗殺する者たちを結託させた。そのためティベリウスもまた、誰もが知る中で、「ドローン」と呼ばれる盗賊風の小短剣を帯びるようになった。

構文注3 件
  1. Tiberius.10.2ἔστι δὲ τοῦ κωλύοντος ἐν τοῖς δημάρχοις τὸ κράτος

    名詞述語としての属格(所有・所属・職能の属格)。「権力(τὸ κράτος)は拒否する者(τοῦ κωλύοντος、現在分詞名詞化・属格)に属する」という意味で、ローマの護民官職(tribunatus plebis)における拒否権(veto)の絶対的優位性を構文的に表現している。

  2. Tiberius.10.5διαγράμματι τὰς ἄλλας ἀρχὰς ἁπάσας ἐκώλυσε χρηματίζειν, ἄχρι ἂν ἡ περὶ τοῦ νόμου διενεχθῇ ψῆφος

    ἄχρι ἂν に接続法アオリスト受動態(διενεχθῇ)が後続する、未来の事象を限界として示す時間節。主動詞 ἐκώλυσε は過去時称(アオリスト)であるが、従属節の条件・限界性が布告(διάγραμμα)の規定内容そのものを直接反映しているため、希求法にならず接続法+ἄν が保持されている。

  3. Tiberius.10.6ὥστε πάντας ὑποδείσαντας ἀφεῖναι τὴν ἑκάστῳ προσήκουσαν οἰκονομίαν

    結果を表す ὥστε + 不定詞(ἀφεῖναι)構文。不定詞の意味上の主語は対格 πάντας であり、分詞 ὑποδείσαντας(アオリスト能動態・対格男性複数)がそれに一致して「恐れた結果、放棄するに至った」という付帯的・先行的な理由を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.10.1-Tiberius.10.7