← プルタルコス

グラックス兄弟伝

§Caius.6.1-Caius.6.4

ガイウスの権力掌握と公共事業の精力的推進

ガイウスは騎士から裁判人を指名する権限を得て絶大な権力を握り、属州を配慮した公正な穀物政策や、植民市・道路・倉庫建設などの公共事業を驚異的な手腕で自ら統括した。彼を頼る多種多様な人々に親身かつ威厳をもって接する姿は、政敵の誹謗を覆し、彼の指導者としての卓越性を際立たせた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§Caius.6.1

ἐπεὶ δὲ οὐ μόνον ἐδέξατο τὸν νόμον τοῦτον ὁ δῆμος, ἀλλὰ κἀκείνῳ τοὺς κρίνοντας ἐκ τῶν ἱππέων ἔδωκε καταλέξαι,1 μοναρχική τις ἰσχὺς ἐγεγόνει περὶ αὐτόν, ὥστε καὶ τὴν σύγκλητον ἀνέχεσθαι συμβουλεύοντος αὐτοῦ. συνεβούλευε δὲ ἀεί τι τῶν ἐκείνῃ πρεπόντων εἰσηγούμενος·

民衆はこの法案を受け入れただけでなく、騎士たちの中から裁判人を指名する権限をも彼に与えたため、彼のもとには君主のごとき権力が生じることとなり、元老院でさえ彼が助言するのを受け入れるほどであった。しかも彼は、常に元老院にふさわしい事柄を提起して助言していた。

§Caius.6.2

οἷον ἦν καὶ τὸ περὶ τοῦ σίτου δόγμα μετριώτατον καὶ κάλλιστον, ὃν ἔπεμψε μὲν ἐξ Ἰβηρίας Φάβιος2 ἀντιστράτηγος, ἐκεῖνος δʼ ἔπεισε τὴν βουλὴν ἀποδομένην τὸν σῖτον ἀναπέμψαι ταῖς πόλεσι τὸ ἀργύριον, καὶ προσεπαιτιάσασθαι τὸν Φάβιον ὡς ἐπαχθῆ καὶ ἀφόρητον ποιοῦντα τὴν ἀρχὴν τοῖς ἀνθρώποις ἐφʼ ᾧ μεγάλην ἔσχε δόξαν μετὰ εὐνοίας ἐν ταῖς ἐπαρχίαις.

たとえば、前法務官ファビウスがイベリアから送ってきた穀物に関する議決のごときは、きわめて穏健で立派なものであった。彼は元老院を説得して、その穀物を売却して代金を諸都市に送り返させ、そのうえファビウスが現地の人々にとって統治を重荷で耐え難いものにしているとして非難させたのである。このことによって、彼は属州において好意を伴う大きな名声を得た。

§Caius.6.3

ἔγραψε δὲ καὶ πόλεις ἀποικίδας ἐκπέμπεσθαι καὶ τὰς ὁδοὺς ποιεῖσθαι καὶ κατασκευάζεσθαι σιτοβόλια, τούτοις ἅπασι πραττομένοις αὑτὸν ἄρχοντα καὶ διοικητὴν ἐφιστάς, καὶ πρὸς οὐδὲν ἀποτρυόμενος τῶν τοσούτων καὶ τηλικούτων, ἀλλὰ καὶ θαυμαστῷ τινι τάχει καὶ πόνῳ τῶν γινομένων ὡς μόνον ἕκαστον ἐξεργαζόμενος,3 ὥστε καὶ τοὺς πάνυ μισοῦντας αὑτὸν καὶ δεδοικότας ἐκπλήττεσθαι τὸ διὰ πάντων ἀνύσιμον καὶ τελεσιουργόν.

彼はまた、植民市の送り出しや、道路の敷設、穀物倉庫の建造も提案し、これらすべての事業の遂行において自らを責任者かつ監督官として任じ、これほど多くの大事業に対しても決してへこたれず、驚くべき速さと努力をもって、あたかも行われる事業のそれぞれ一つだけを手がけているかのように成し遂げた。そのため、彼をひどく憎み恐れていた者たちでさえ、万事において発揮される彼の実行力と完遂力に目を見張るほどであった。

§Caius.6.4

οἱ δὲ πολλοὶ καὶ τὴν ὄψιν αὐτὴν ἐθαύμαζον, ἐξηρτημένον ὁρῶντες αὐτοῦ πλῆθος ἐργολάβων, τεχνιτῶν, πρεσβευτῶν, ἀρχόντων, στρατιωτῶν, φιλολόγων, οἷς πᾶσιν ἐντυγχάνων μετὰ εὐκολίας καὶ τὸ σεμνὸν ἐν τῷ φιλανθρώπῳ διαφυλάττων, καὶ νέμων αὐτοῦ τὸ ἁρμόττον οἰκείως ἑκάστῳ, χαλεποὺς ἀπεδείκνυε συκοφάντας τοὺς φοβερὸν αὑτὸν ἢ φορτικὸν ὅλως ἢ βίαιον ἀποκαλοῦντας. οὕτω δεινότερος ἦν ἐν ταῖς ὁμιλίαις καὶ ταῖς πράξεσιν ἢ τοῖς ἀπὸ τοῦ βήματος λόγοις δημαγωγός.

一方、民衆はその光景そのものにも感嘆していた。請負業者、職人、使節、役人、兵士、学者たちの群れが彼に付き従っているのを目にしたからである。彼はそのすべての人々と気安く接しながらも、親愛の情のなかに威厳を保ち、その場で各人にふさわしい応対を適切に配慮して、自分を恐ろしい者、あるいはまったく野卑で乱暴な者と呼ぶ者たちを、たちの悪い中傷者であると証明してみせた。このようにして彼は、演壇からの演説においてよりも、人との交わりや実務において、いっそう傑出した民衆指導者であった。

構文注3 件
  1. Caius.6.1κἀκείνῳ τοὺς κρίνοντας ἐκ τῶν ἱππέων ἔδωκε καταλέξαι

    授与動詞 ἔδωκε に不定詞 καταλέξαι が後続し、目的・結果(「〜する権限を彼に与えた」)を表している。κἀκείνῳ は καὶ ἐκείνῳ のクレシス(混成)であり、与格は間接目的語。

  2. Caius.6.2ὃν ἔπεμψε μὲν ἐξ Ἰβηρίας Φάβιος

    関係代名詞 ὃν の直前の名詞は中性の δόγμα だが、文脈上先行詞は前置詞句内の男性名詞 σῖτος(穀物)である。主格男性単数ではなく対格男性単数 ὃν となっているのは関係節内の動詞 ἔπεμψε の直接目的語であるため。

  3. Caius.6.3τῶν γινομένων ὡς μόνον ἕκαστον ἐξεργαζόμενος

    τῶν γινομένων(行われている事柄のうち)は部分の属格で ἕκαστον に係る。ὡς+分詞(ここでは節の主語に係り、目的語として μόνον ἕκαστον を伴う)は「あたかも〜であるかのように」という様態・比況を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.6.1-Caius.6.4