← プルタルコス

アギスとクレオメネス伝

§Cleomenes.4.1-Cleomenes.4.5

ベルビナ占領とアラトス率いるアカイア軍の退却

クレオメネスがベルビナを占領してアカイア同盟との間に緒戦が開かれ、アラトスとの機知に富んだ書簡のやり取りを経て、兵力で勝るアカイア軍がクレオメネスの気迫に恐れをなして退却する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§Cleomenes.4.1

ἐκ τούτου Κλεομένη πρῶτον οἱ ἔφοροι πέμπουσι καταληψόμενον τὸ περὶ τὴν Βέλβιναν Ἀθήναιον, ἐμβολὴ δὲ τῆς Λακωνικῆς τὸ χωρίον ἐστί, καὶ τότε πρὸς τοὺς Μεγαλοπολίτας ἦν ἐπίδικον. καταλαβόντος δὲ τοῦτο καὶ τειχίσαντος τοῦ Κλεομένους ὁ Ἄρατος οὐθὲν ἐγκαλέσας, ἀλλὰ νυκτὸς ἐκστρατεύσας ἐπεχείρησε Τεγεάταις καὶ Ὀρχομενίοις.

これを受けてエポロスたちは、まずベルビナ近郊のアテナイオンを占領させるためにクレオメネスを派遣した。この地はラコニケへの進入路であり、当時はメガロポリス人との間で領有が争われていた。クレオメネスがここを占拠して砦を築くと、アラトスは何ら公の抗議をすることなく、夜間に軍を出してテゲアとオルコメノスに奇襲を試みた。

§Cleomenes.4.2

τῶν δὲ προδοτῶν ἀποδειλιασάντων ὁ μὲν Ἄρατος ἀνεχώρησε λεληθέναι νομίζων, ὁ δὲ Κλεομένης εἰρωνείᾳ χρώμενος ἔγραψε πρὸς αὐτόν, ὡς δὴ παρὰ φίλου πυνθανόμενος ποῦ τῆς νυκτὸς ἐξέλθοι.1 τοῦ δὲ ἀντιγράψαντος ὡς ἐκεῖνον Βέλβιναν μέλλειν τειχίζειν ἀκούσας καταβαίη τοῦτο κωλύσων, πάλιν ὁ Κλεομένης ἀποστείλας τοῦτο μὲν οὕτως ἔχειν ἔφη πεπεῖσθαι· τοὺς δὲ φανοὺς καὶ τὰς κλίμακας, εἶπεν, εἰ μή τί σοι διαφέρει, γράψον ἡμῖν, ἐπὶ τί σοι παρηκολούθουν.

しかし内通者たちが怖気づいたため、アラトスは気づかれなかったと思い込んで撤退した。これに対しクレオメネスは皮肉を利かせて彼に手紙を送り、まるで友人に尋ねるかのように、夜にどこへ出撃したのかと問いただした。彼が、クレオメネスがベルビナを要塞化しようとしていると聞いてこれを妨げるために下向したのだと返書を送ると、クレオメネスは再び使者を送り、その通りであると納得したと言ったうえで、「しかし松明と梯子は、」と言い、「もし差し支えなければ、何のためにあなたに同行していたのか我々に書き送ってほしい」と述べた。

§Cleomenes.4.3

τοῦ δὲ Ἀράτου πρὸς τὸ σκῶμμα γελάσαντος καὶ πυνθανομένου ποῖός τις ὁ νεανίσκος εἴη, Δαμοκράτης ὁ Λακεδαιμόνιος φυγάς, εἴ τι πράττεις, ἔφη, πρὸς Λακεδαιμονίους, ὥρα σοι ταχύνειν πρὸ τοῦ κέντρα φῦσαι τοῦτον τὸν νεοσσόν.2 ἐκ τούτου Κλεομένει μετὰ ἱππέων ὀλίγων καὶ πεζῶν τριακοσίων ἐν Ἀρκαδίᾳ στρατοπεδευομένῳ προσέταξαν ἀναχωρεῖν οἱ ἔφοροι, φοβούμενοι τὸν πόλεμον.

アラトスはこのからかいに笑い、この若者は一体どんな人物かと尋ねると、亡命ラケダイモン人のダモクラテスが、「もしラケダイモン人に対して何か手を打つおつもりなら、」と言った、「この若鳥に蹴爪が生える前に急がれる潮時です」。 この後、騎兵少数と歩兵三百名とともにアルカディアに陣を敷いていたクレオメネスに対し、戦争を恐れたエポロスたちは撤退を命じた。

§Cleomenes.4.4

ἐπεὶ δὲ ἀναχωρήσαντος αὐτοῦ Καφύας ἔλαβεν ὁ Ἄρατος, αὖθις ἐξέπεμπον τὸν Κλεομένη, λαβόντος δὲ αὐτοῦ Μεθύδριον καὶ τὴν Ἀργολικὴν καταδραμόντος, ἐξεστράτευσαν οἱ Ἀχαιοὶ δισμυρίοις πεζοῖς καὶ χιλίοις ἱππεῦσιν Ἀριστομάχου στρατηγοῦντος. ἀπαντήσαντος δὲ περὶ Παλλάντιον Κλεομένους καὶ βουλομένου μάχεσθαι. φοβηθεὶς3 τὴν τόλμαν ὁ Ἄρατος οὐκ εἴασε διακινδυνεῦσαι τὸν στρατηγόν, ἀλλʼ ἀπῆλθε λοιδορούμενος μὲν ὑπὸ τῶν Ἀχαιῶν, χλευαζόμενος δὲ καὶ καταφρονούμενος ὑπὸ τῶν Λακεδαιμονίων, οὐδὲ πεντακισχιλίων τὸ πλῆθος ὄντων, μέγας οὖν τῷ φρονήματι γεγονὼς ὁ Κλεομένης ἐθρασύνετο πρὸς τοὺς πολίτας, καὶ τῶν παλαιῶν τινος αὐτοὺς ἀνεμίμνῃσκε βασιλέων εἰπόντος οὐ μάτην ὅτι Λακεδαιμόνιοι πυνθάνονται περὶ τῶν πολεμίων, οὐ πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσιν.

しかし彼が退いたあとアラトスがカピュアイを奪うと、エポロスたちは再びクレオメネスを送り出した。彼がメテュドリオンを奪いアルゴリス領を荒らし回ると、アカイア人たちはアリストマコスを将軍として歩兵二万と騎兵千で出陣した。クレオメネスがパランティオン近郊で出迎え、戦おうと望んだところ、その大胆さに恐れをなしたアラトスは将軍に危険を冒させず、アカイア人たちからは罵られ、総勢五千にも満たないラケダイモン人たちからは嘲笑と侮蔑を浴びながら撤退した。こうして誇りを大いに高めたクレオメネスは、市民たちに対して意気軒昂となり、かつての王の一人が「ラケダイモン人は敵について、どれほどいるかではなく、どこにいるのかを問う」と言ったのは無駄口ではなかったと彼らに想起させた。

構文注3 件
  1. Cleomenes.4.2ποῦ τῆς νυκτὸς ἐξέλθοι

    τῆς νυκτὸς は「夜のうちに(その夜に)」を表す時の属格(4.1 の νυκτὸς を受ける定冠詞を伴う)。疑問副詞 ποῦ(本来は静止位置「どこに」)は移動動詞 ἐξέλθοι(歴史的時制に従う間接疑問のアオリスト希求法)とともに方向を表す ποῖ(「どこへ」)の代わりに用いられている。

  2. Cleomenes.4.3πρὸ τοῦ κέντρα φῦσαι τοῦτον τὸν νεοσσόν

    前置詞 πρὸ と定冠詞属格 τοῦ を伴う冠詞付き不定詞構文(πρὸ τοῦ + 不定詞)。意味上の主語は対格 τοῦτον τὸν νεοσσόν(この雛鳥)、κέντρα(蹴爪)は不定詞 φῦσαι の直接目的語。「この若鳥が蹴爪を生やす前に」という慣用的な比喩表現。

  3. Cleomenes.4.4ἀπαντήσαντος δὲ περὶ Παλλάντιον Κλεομένους καὶ βουλομένου μάχεσθαι. φοβηθεὶς

    原文の句読点では βουλομένου μάχεσθαι の後にピリオドが置かれているが、構文上 ἀπαντήσαντος ... Κλεομένους καὶ βουλομένου μάχεσθαι は独立属格(状況・時)であり、改行後の主節主語 ὁ Ἄρατος と主動詞 οὐκ εἴασε に直接係っている。文の境界をまたいで分詞節が主節を先導する構造として解釈する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.4.1-Cleomenes.4.5