← プルタルコス

アギスとクレオメネス伝

§Cleomenes.34.1-Cleomenes.34.3

クレオメネスの帰国要請とソシビオスの警戒

アンティゴノスの死とギリシアの情勢変化を知ったクレオメネスは友人たちとの帰国のみを望むが、放蕩に耽る王や彼を危険視するソシビオスに阻まれ、宮廷の贅沢に甘んじることなく戦いを渇望し続ける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§Cleomenes.34.1

ναῦς μὲν οὖν αἰτῶν καὶ στρατιὰν ἀπεῖπε· πυνθανόμενος δὲ τεθνάναι τὸν Ἀντίγονον, Αἰτωλικῷ δὲ πολέμῳ συμπεπλέχθαι τοὺς Ἀχαιούς, τὰ δὲ πράγματα ποθεῖν αὐτὸν καὶ παρακαλεῖν, ἐν ταραχῇ καὶ διασπασμῷ τῆς Πελοποννήσου γεγενημένης, ἠξίου μὲν μόνος ἀποσταλῆναι μετὰ τῶν φίλων, ἔπειθε δὲ οὐδένα, τοῦ μὲν βασιλέως οὐκ εἰσακούοντος, ἀλλʼ ἐν γυναιξὶ καὶ θιάσοις καὶ κώμοις συνέχοντος ἑαυτόν, ὁ δὲ τῶν ὅλων προεστηκὼς καὶ προβουλεύων Σωσίβιος μένοντα μὲν τὸν Κλεομένη παρὰ γνώμην ἡγεῖτο δυσμεταχείριστον εἶναι καὶ φοβερόν, ἀφεθέντα δὲ τολμηρὸν, ἄνδρα καὶ μεγαλοπράγμονα καὶ τῆς βασιλείας νοσούσης θεατὴν γεγενημένον.1

そこでクレオメネスは船と軍勢を求めることは断念した。しかし、アンティゴノスが世を去り、アカイア人がアイトリア戦争に巻き込まれ、ペロポネソスが混乱と分裂に陥っている中で、情勢が自分を渇望し呼び求めていると知ると、友人たちとともに自分一人だけでも送り出されることを求めた。しかし、誰一人納得させることができなかった。王は耳を貸さず、女たちや密儀講や乱痴気騒ぎの中に自らを閉じ込めていたし、他方、国政全般を統括し差配していたソシビオスは、クレオメネスがその意に反して留まるならば御しがたく恐るべき存在になると考え、また解き放たれれば、大胆で大事を企てる男であり、しかも王国の病んだ状態を目撃した者となってしまっているために(恐るべき存在になると)考えたからである。

§Cleomenes.34.3

οὐδὲ γὰρ αἱ δωρεαὶ κατεπράυνον αὐτόν, ἀλλʼ ὥσπερ τὸν Ἆπιν ἐν ἀφθόνοις διαιτώμενον καὶ τρυφᾶν δοκοῦντα τοῦ κατὰ φύσιν βίου καὶ δρόμων ἀφέτων καὶ σκιρτήσεων ἵμερος ἔχει, καὶ δῆλός ἐστι δυσανασχετῶν2 τὴν ἐν ταῖς χερσὶ τῶν ἱερέων διατριβήν, οὕτως ἐκεῖνον οὐδὲν ἤρεσκε τῶν μαλθακῶν, "ἀλλὰ φθινύθεσκε φίλον κῆρ," ὥσπερ Ἀχιλλεύς, "αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε."

実際、賜物も彼を宥めることはできなかった。むしろ、アピスが豊かな供物の中で養われ贅沢を極めているように見えながらも、自然のままの生や、野に放たれての疾走や跳躍への渇望にとらわれ、神官たちの手の中での暮らしに不満を募らせているのが明白であるように、そのようにクレオメネスにとっても安楽な生活は何一つ気に入らず、「だが自らの心をすり減らし、」アキレウスのように、「そこに留まりつつ、叫喚と戦いを渇望していた」。

構文注2 件
  1. Cleomenes.34.2ἀφεθέντα δὲ τολμηρὸν, ἄνδρα καὶ μεγαλοπράγμονα καὶ τῆς βασιλείας νοσούσης θεατὴν γεγενημένον

    直前の μένοντα μὲν τὸν Κλεομένη παρὰ γνώμην ἡγεῖτο δυσμεταχείριστον εἶναι καὶ φοβερόν に対する対比的省略構文。ἀφεθέντα(対格分詞)は意味上の目的語 τὸν Κλεομένη を承け、主動詞 ἡγεῖτο と不定詞(ἔσεσθαι 等)が補われる。また τολμηρὸν は ἄνδρα を修飾する形容詞で、後続の μεγαλοπράγμονα および分詞 γεγενημένον とともに「もし解放されれば、〜な人物となって(恐るべき存在になる)」というソシビオスの懸念の内容を構成している。

  2. Cleomenes.34.3ὥσπερ τὸν Ἆπιν ἐν ἀφθόνοις διαιτώμενον καὶ τρυφᾶν δοκοῦντα τοῦ κατὰ φύσιν βίου καὶ δρόμων ἀφέτων καὶ σκιρτήσεων ἵμερος ἔχει, καὶ δῆλός ἐστι δυσανασχετῶν

    比喩節における構文の転換(アナコルソン的構造)。前半では τὸν Ἆπιν(およびそれに付随する分詞 διαιτώμενον, δοκοῦντα)が他動詞句 ἵμερος ἔχει(「〜への憧憬が〔対格を〕とらえる」)の目的語対格となっているが、接続詞 καί に続く後半では「δῆλός ἐστι +主格分詞(δυσανασχετῶν)」という人称構文(「〜が…しているのが明白である」)に滑らかに移行し、主語としてのアピス(主格)が主動詞 ἐστι の主語へと繰り上がっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.34.1-Cleomenes.34.3