- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.23.1-Cleomenes.23.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クレオメネスはヘイロータイの身代金で資金と兵力を整え、強固な備えを持つメガロポリスへの奇襲を敢行して、敵の不意を突いて城内に侵入する。
τοῦ δὲ Ἀντιγόνου Τεγέαν μὲν παραλαβόντος, Ὀρχομενὸν δὲ καὶ Μαντίνειαν διαρπάσαντος, εἰς αὐτὴν τὴν Λακωνικὴν συνεσταλμένος ὁ Κλεομένης τῶν μὲν εἱλώτων τοὺς πέντε μνᾶς Ἀττικὰς καταβαλόντας ἐλευθέρους ἐποίει καὶ τάλαντα πεντακόσια συνέλεξε, δισχιλίους δὲ προσκαθοπλίσας Μακεδονικῶς ἀντίταγμα τοῖς παρʼ Ἀντιγόνου λευκάσπισιν,1 ἔργον ἐπὶ νοῦν βάλλεται μέγα καὶ πᾶσιν ἀπροσδόκητον.
アンティゴノスがテゲアを掌握し、オルコメノスとマンティネイアを略奪したのち、ラコニカそのものへと押し込められたクレオメネスは、ヘイロータイのうちアッティカのミナにして五ミナを支払った者たちを自由にするとともに五百タラントンを集め、さらに二千人をアンティゴノス側の「白盾隊」に対する対抗部隊としてマケドニア式に武装させ、大いなる、そして万人の意表を突く企てを心に抱いた。
ἡ Μεγάλη πόλις ἦν μὲν τότε καὶ καθʼ ἑαυτὴν οὐδέν τι μείων οὐδὲ ἀσθενεστέρα τῆς Λακεδαίμονος, εἶχε δὲ τὴν ἀπὸ τῶν Ἀχαιῶν καὶ τοῦ Ἀντιγόνου βοήθειαν, ἐν πλευραῖς καθεζομένου καὶ δοκοῦντος ὑπὸ τῶν Ἀχαιῶν ἐπικεκλῆσθαι μάλιστα τῶν Μεγαλοπολιτῶν σπουδασάντων.2
メガロポリスは当時、それ自体としてもラケダイモンに対して些かも劣ることも弱くもなく、その上アカイア人たちとアンティゴノスからの支援を得ていた。アンティゴノスはすぐ傍らに陣取っており、とりわけメガロポリス人たちが熱心に働きかけたためにアカイア人たちによって招聘されたと思われていたのである。
ταύτην διαρπάσαι διανοηθεὶς ὁ Κλεομένης οὐ γὰρ ἔστιν ᾧ μᾶλλον ἔοικε τὸ ταχὺ καὶ ἀπροσδόκητον ἐκείνης τῆς πράξεως,3 ἡμερῶν πέντε σιτία λαβεῖν κελεύσας ἐξῆγε τὴν δύναμιν ἐπὶ τὴν Σελασίαν ὡς τὴν Ἀργολικὴν κακουργήσων· ἐκεῖθεν δὲ καταβὰς ἐπὶ τὴν Μεγαλοπολιτικὴν καὶ δειπνοποιησάμενος περὶ τὸ Ῥοίτειον εὐθὺς ἐπορεύετο τὴν διʼ Ἑλικοῦντος ἐπὶ τὴν πόλιν·
この町を強奪しようと企てたクレオメネスは――というのも、あの行動の迅速さと意外性はこれに最もよく似ているからである――五日分の食糧を携行するよう命じた上で、アルゴリス地方を荒らし回るかのように見せかけてセラシアへと軍勢を進めた。だがそこからメガロポリス領へと下り、ロイテイオン周辺で夕食をとると、ただちにヘリクースを経由する道を通って町へと向かった。
ἀποσχὼν δʼ οὐ πολὺ Παντέα μὲν ἔχοντα δύο τάγματα τῶν Λακεδαιμονίων ἀπέστειλε, καταλαβέσθαι κελεύσας μεσοπύργιον ὃ τῶν τειχῶν ἐρημότατον εἶναι τοῖς Μεγαλοπολίταις ἐπυνθάνετο, τῇ δὲ ἄλλῃ δυνάμει σχολαίως ἐπηκολούθει. τοῦ δὲ Παντέως οὐ μόνον ἐκεῖνον τὸν τόπον, ἀλλὰ καὶ πολὺ μέρος τοῦ τείχους ἀφύλακτον εὑρόντος, καὶ τὰ μὲν καθαιροῦντος εὐθύς, τὰ δὲ διασκάπτοντος, τῶν δὲ φρουρῶν οἷς ἐνέτυχε πάντας ἀποκτείναντος, ἔφθασε προσμίξας ὁ Κλεομένης, καὶ πρὶν αἰσθέσθαι τοὺς Μεγαλοπολίτας ἔνδον ἦν4 μετὰ τῆς δυνάμεως.
そしてさほど離れていないところまで来ると、ラケダイモン人の二個部隊を率いるパンテウスを先遣させ、メガロポリス人が城壁のうち最も手薄にしていると聞いていた堡間壁を奪取するよう命じ、自身は残りの軍勢を率いてゆっくりと追随した。パンテウスがその場所だけでなく城壁の広い部分が無防備であるのを見出し、ある部分は直ちに破壊し、ある部分は掘り崩し、出くわした守備兵をすべて討ち果たすと、クレオメネスが先んじて合流し、メガロポリス人たちが気づく前に軍勢とともに町の内側に入っていた。
- Cleomenes.23.1ἀντίταγμα τοῖς παρʼ Ἀντιγόνου λευκάσπισιν
ἀντίταγμα は δισχιλίους(2000人)に対する述語的同格(結果・目的を表す同格対格)であり、「対抗部隊として」の意。与格 τοῖς λευκάσπισιν は名詞 ἀντίταγμα が要求する補語(「〜に対する対抗」)。
- Cleomenes.23.2ἐν πλευραῖς καθεζομένου καὶ δοκοῦντος ὑπὸ τῶν Ἀχαιῶν ἐπικεκλῆσθαι μάλιστα τῶν Μεγαλοπολιτῶν σπουδασάντων
二重の属格構文。先行する τοῦ Ἀντιγόνου を受けて καθεζομένου と δοκοῦντος は一致する修飾・補足属格(あるいは絶対属格的付加)。後半の μάλιστα τῶν Μεγαλοπολιτῶν σπουδασάντων は独立した絶対属格であり、「とりわけメガロポリス人たちが熱心に動いたために」という原因を表す。
- Cleomenes.23.3οὐ γὰρ ἔστιν ᾧ μᾶλλον ἔοικε τὸ ταχὺ καὶ ἀπροσδόκητον ἐκείνης τῆς πράξεως
主文の途中に挿入された説明的挿入節。先行詞のない関係代名詞与格 ᾧ(= ἐκείνῳ ᾧ)は ἔοικε(似ている)の目的語。直前の διαρπάσαι(略奪する・奪い取る)という強い動詞を用いた理由について、その作戦の電撃的性質が文字通りの「急襲・略奪(強奪)」に最も似つかわしいからであると作者が注釈している。
- Cleomenes.23.4ἔφθασε προσμίξας ὁ Κλεομένης, καὶ πρὶν αἰσθέσθαι τοὺς Μεγαλοπολίτας ἔνδον ἦν
動詞 φθάνω + 分詞(ἔφθασε προσμίξας)は「先んじて合流した、間に合って合流した」を表す慣用構文。これに続く καὶ πρὶν αἰσθέσθαι... ἔνδον ἦν(メガロポリス人たちが気づく前に内部にいた)と緊密に呼応して、敵の防備や察知を上回る機動の速さを表している。
