- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.5.1-Agis.5.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
スパルタにおける金銀流入と、エフォロスのエピタデウスによる遺産処分の自由化(レトラ)によって土地の集中と市民の貧困化が進み、土地所有市民が激減した背景が語られる。
ἀρχὴν μὲν οὖν διαφθορᾶς καὶ τοῦ νοσεῖν ἔσχε τὰ πράγματα τῶν Λακεδαιμονίων σχεδὸν ἀφʼ οὗ τὴν Ἀθηναίων καταλύσαντες ἡγεμονίαν χρυσίου τε καὶ ἀργυρίου κατέπλησαν ἑαυτούς· οὐ μὴν ἀλλὰ καὶ τῶν οἴκων ὃν ὁ Λυκοῦργος ὥρισε φυλαττόντων ἀριθμὸν ἐν ταῖς διαδοχαῖς, καὶ πατρὸς παιδὶ τὸν κλῆρον ἀπολείποντος,1 ἁμῶς γέ πως ἡ τάξις αὕτη καὶ ἰσότης διαμένουσα τὴν πόλιν ἐκ τῶν ἄλλων ἀνέφερεν ἁμαρτημάτων.
さて、ラケダイモン人の国制が腐敗と病弊を被り始めたのは、およそ彼らがアテナイ人の覇権を倒し、みずからを金銀で満たした時からであった。とはいえ、リュクルゴスが定めた家々の数が継承において保たれ、父が子へと割り当て地を遺していた間は、どうにかこうにかこの秩序と平等とが存続して、ポリスを他の過ちから立ち直らせていた。
ἐφορεύσας δέ τις ἀνὴρ δυνατός, αὐθάδης δὲ καὶ χαλεπὸς τὸν τρόπον, Ἐπιτάδευς ὄνομα, πρὸς τὸν υἱὸν αὐτῷ γενομένης διαφορᾶς ῥήτραν ἔγραψεν ἐξεῖναι τὸν οἶκον αὑτοῦ καὶ τὸν κλῆρον ᾧ τις ἐθέλοι καὶ ζῶντα δοῦναι καὶ καταλιπεῖν διατιθέμενον.2
しかし、有力者でありながら性格は横柄で気難しかったエピタデウスという名の男が監督官(エフォロス)を務めていた時、息子との間に不和が生じたため、誰もが自分の家と割り当て地を、望む相手に対して生前において与えることも、また遺言によって遺すことも許されるとする法案(レトラ)を起草した。
οὗτος μὲν οὖν αὑτοῦ τινα θυμὸν ἀποπιμπλὰς ἴδιον εἰσήνεγκε τὸν νόμον· οἱ δὲ ἄλλοι πλεονεξίας ἕνεκα δεξάμενοι καὶ κυρώσαντες ἀπώλεσαν τὴν ἀρίστην κατάστασιν. ἐκτῶντο γὰρ ἀφειδῶς ἤδη παρωθοῦντες οἱ δυνατοὶ τοὺς προσήκοντας ἐκ τῶν διαδοχῶν καὶ ταχὺ τῆς εὐπορίας εἰς ὀλίγους συρρυείσης πενία τὴν πόλιν κατέσχεν, ἀσχολίαν τῶν καλῶν3 καὶ ἀνελευθερίαν ἐπιφέρουσα μετὰ φθόνου καὶ δυσμενείας πρὸς τοὺς ἔχοντας.
かくてこの男は自分自身の個人的な憤激を満たすためにその法を導入したのであるが、他の者たちは強欲のゆえにそれを受け入れ可決し、最善の国制を破滅させてしまった。というのも、力ある者たちが相続から血縁者を押し退けてすでに仮借なく土地を獲得するようになり、富が急速に少数者へと集中したため、ポリスを貧困が覆い、富者に対する羨望と敵意とともに、善美な事柄のための余暇のなさと卑屈さをもたらしたからである。
ἀπελείφθησαν οὖν ἑπτακοσίων οὐ πλείονες Σπαρτιᾶται, καὶ τούτων ἴσως ἑκατὸν ἦσαν οἱ γῆν κεκτημένοι καὶ κλῆρον ὁ δʼ ἄλλος ὄχλος ἄπορος καὶ ἄτιμος ἐν τῇ πόλει παρεκάθητο, τοὺς μὲν ἔξωθεν πολέμους ἀργῶς καὶ ἀπροθύμως ἀμυνόμενος, ἀεὶ δέ τινα καιρὸν ἐπιτηρῶν μεταβολῆς καὶ μεταστάσεως τῶν παρόντων,
こうして、残されたスパルタ人は七百人を超えず、そのうちでも土地と割り当て地を所有している者はせいぜい百人ほどにすぎなかった。そして残りの群衆は困窮し名誉を奪われたままポリスで無為に過ごし、外からの戦争に対しては気力もなく不承不承に防戦しつつも、常に現在の状況が変わる転換と変革の機会を窺っていたのである。
- Agis.5.1τῶν οἴκων ὃν ὁ Λυκοῦργος ὥρισε φυλαττόντων ἀριθμὸν ἐν ταῖς διαδοχαῖς, καὶ πατρὸς παιδὶ τὸν κλῆρον ἀπολείποντος
二つの属格句(τῶν οἴκων ... φυλαττόντων ἀριθμόν と πατρὸς ... ἀπολείποντος)が καί で結ばれた独立属格構文である。関係代名詞 ὃν は先行詞 ἀριθμόν に一致している。文全体は「〜である間は」という時または譲歩の状況を表し、主節の主語 ἡ τάξις αὕτη καὶ ἰσότης へと続く。
- Agis.5.2ἐξεῖναι τὸν οἶκον αὑτοῦ καὶ τὸν κλῆρον ᾧ τις ἐθέλοι καὶ ζῶντα δοῦναι καὶ καταλιπεῖν διατιθέμενον
ῥήτραν ἔγραψεν の内容を導く間接話法の不定詞構文(ἐξεῖναι)。不定詞 δοῦναι と καταλιπεῖν の意味上の主語「人(τινά)」が省略されているが、修飾する分詞 ζῶντα および διατιθέμενον が対格形をとることでそれが示されている。関係節 ᾧ τις ἐθέλοι における希求法 ἐθέλοι は、過去の主動詞(ἔγραψεν)を受けた間接話法(斜格希求法)による。
- Agis.5.3ἀσχολίαν τῶν καλῶν
名詞 ἀσχολία(暇のなさ、専念できないこと)に伴う属格 τῶν καλῶν は目的格的属格(objective genitive)であり、「善美な事柄(高貴な活動・徳)に携わる余暇のなさ」を意味する。
