← プルタルコス

アギスとクレオメネス伝

§Agis.12.1-Agis.12.4

監督官の追放とレオニダスの脱出保護

任期満了に伴い退任したリュサンドロスらは新監督官から訴追を受けるが、二人の王を説得して監督官を解任・交代させ、権力を掌握する。その際、亡命するレオニダスへの暗殺計画をアーギスが阻止して安全に脱出させる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§Agis.12.1

ἐν τούτῳ δὲ τῆς ἀρχῆς ὁ Λύσανδρος ἀπηλλάγη τοῦ χρόνου διελθόντος. οἱ δὲ κατασταθέντες ἔφοροι τὸν μὲν Λεωνίδαν ἀνέστησαν ἱκετεύοντα, τῷ δὲ Λυσάνδρῳ καὶ τῷ Μανδροκλείδᾳ δίκην ἐπῆγον ὡς παρὰ τὸν νόμον χρεῶν ἀποκοπὰς καὶ γῆν ἀναδάσασθαι ψηφισαμένοις.

その間に任期が満了し、リュサンドロスは職を退いた。新しく就任した監督官たちは、嘆願していたレオニダスを立ち上がらせ、リュサンドロスとマンドロクレイダスに対しては、法に反して債務免除と土地再分配を決議させた廉で訴追を起こした。

§Agis.12.2

κινδυνεύοντες οὖν ἐκεῖνοι πείθουσι τοὺς βασιλεῖς ὁμοῦ γενομένους χαίρειν ἐᾶν1 τὰ τῶν ἐφόρων βουλεύματα· τοῦτο γὰρ τὸ ἀρχεῖον ἰσχύειν ἐκ διαφορᾶς τῶν βασιλέων,2 τῷ τὰ βελτίονα λέγοντι προστιθέμενον τὴν ψῆφον, ὅταν ἅτερος ἐρίζῃ πρὸς τὸ συμφέρον· ἀμφοῖν δὲ ταὐτὰ βουλευομένων ἄλυτον εἶναι τὴν ἐξουσίαν, καὶ παρανόμως μαχεῖσθαι πρὸς τοὺς βασιλεῖς, ὧν μαχομένων διαιτᾶν καὶ βραβεύειν αὐτοῖς εἶναι προσῆκον, οὐχὶ πολυπραγμονεῖν ὁμοφρονούντων.3

そこで危機に瀕した彼らは、両王が結束して監督官たちの決議など意に介さないよう説得した。すなわち、この役職は王たちの不和に乗じて勢力を振るうものであり、一方の王が国益に反して争う時に、より善きことを主張する側へと一票を投じるにすぎないのであって、両王が同じ方針を定めているならば王権は不可侵であり、監督官たちが王たちに刃向かうのは違法である、彼らにふさわしいのは王たちが争っているときに仲裁し裁定を下すことであり、王たちが心を一つにしているときに余計な容喙をすることではない、と論じたのである。

§Agis.12.3

οὕτω δὴ πεισθέντες ἀμφότεροι καὶ μετὰ τῶν φίλων εἰς ἀγορὰν καταβάντες ἀνέστησαν μὲν ἐκ τῶν δίφρων τοὺς ἐφόρους, ἄλλους δʼ ἀντʼ αὐτῶν ἀπέδειξαν, ὧν εἷς ἦν Ἀγησίλαος, ὁπλίσαντες δὲ τῶν νέων πολλοὺς καὶ λύσαντες τοὺς δεδεμένους ἐγένοντο φοβεροὶ τοῖς ὑπεναντίοις ὡς πολλοὺς ἀποκτενοῦντες.

こうして説得された両王は、友人たちとともに民会広場へと降りていき、監督官たちを座席から立退かせて、彼らの代わりにアゲシラオスを含む別の者たちを任命した。さらに多くの若者を武装させ、囚人たちを釈放したので、多くの者を殺害するのではないかと反対派に恐れを抱かせた。

§Agis.12.4

ἀπέθανε δὲ οὐδεὶς ὑπʼ αὐτῶν, ἀλλὰ καὶ Λεωνίδαν εἰς Τεγέαν ὑπεξιόντα βουληθέντος διαφθεῖραι τοῦ Ἀγησιλάου, καὶ πέμψαντος ἐπʼ αὐτὸν εἰς τὴν ὁδὸν ἄνδρας, πυθόμενος ὁ Ἆγις ἑτέρους ἀπέστειλε πιστούς, οἳ τὸν Λεωνίδαν περισχόντες ἀσφαλῶς εἰς Τεγέαν κατέστησαν.

しかし、彼らによって殺された者は一人もおらず、むしろテゲアへ逃れようとするレオニダスをアゲシラオスが亡き者にしようと企て、道中に刺客を送った際にも、アーギスはそれを察知して信頼できる別の者たちを派遣し、レオニダスを護衛させて無事にテゲアへと送り届けさせた。

構文注3 件
  1. Agis.12.2χαίρειν ἐᾶν

    χαίρειν ἐᾶν は慣用表現で、「意に介さない」「無視する」「退ける」の意。不定詞 ἐᾶν は主動詞 πείθουσι の目的語(結果・促進を表す動詞補文)として機能している。

  2. Agis.12.2τοῦτο γὰρ τὸ ἀρχεῖον ἰσχύειν ἐκ διαφορᾶς τῶν βασιλέων

    主節動詞 πείθουσι の説得内容を承ける間接話法構文の開始部。主語 τὸ ἀρχεῖον に対する主動詞として不定詞 ἰσχύειν が置かれ、この後 ἄλυτον εἶναι, παρανόμως μαχεῖσθαι, προσῆκον εἶναι と不定詞による論述が連鎖する。

  3. Agis.12.2ὧν μαχομένων διαιτᾶν καὶ βραβεύειν αὐτοῖς εἶναι προσῆκον, οὐχὶ πολυπραγμονεῖν ὁμοφρονούντων

    対比的な二つの属格独立構文(ὧν μαχομένων と ὁμοφρονούντων、意味上の主語は関係代名詞 ὧν が指す両王)が非人称不定詞構文 προσῆκον εἶναι(主語は不定詞 διαιτᾶν καὶ βραβεύειν および πολυπραγμονεῖν、意味上の主語は与格 αὐτοῖς「監督官たち」)を挟む構造。「王たちが争っている時には仲裁するのがふさわしく、心を一つにしている時には干渉すべきでない」という対比を成す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.12.1-Agis.12.4