- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:9.1-9.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
マケドニアへ赴任したカトーは、同行した友人ムナティウスとの機知に富んだ逸話の後、一軍団の指揮官として理と信賞必罰をもって兵士を感化し、自ら兵卒と同じ労苦を分かち合うことで絶大な信望と敬愛を獲得した。
ἀποδειχθεὶς δὲ χιλίαρχος εἰς Μακεδονίαν ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν. ἔνθα δὴ λέγεται τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν· ὦ Ἀτιλία, θάρσει· τοῦτον ἐγώ σοι φυλάξω. πάνυ μὲν οὖν, φάναι τὸν Κάτωνα, καὶ προελθόντων μιᾶς ἡμέρας ὁδόν,1 εὐθὺς εἰπεῖν μετὰ τὸ δεῖπνον ἄγε, ὅπως, ὦ Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις,2 μήτε ἡμέρας ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος. ἐκ δὲ τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευε τίθεσθαι, καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν μετὰ παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος. εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δὲ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων, ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο καὶ οὐκ ἀνύσιμον τὴν ἐπίδειξιν, αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, ἀλλὰ προσέθηκε τὸν λόγον ᾧ πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν πότερον εἰρηνικοὺς μᾶλλον ἢ πολεμικούς καὶ προθυμοτέρους ἢ δικαιοτέρους παρεσκεύασε τοὺς ἄνδρας· οὕτως ἐφαίνοντο φοβεροὶ μὲν τοῖς πολεμίοις, ἥμεροι δὲ τοῖς συμμάχοις, ἄτολμοι δὲ πρὸς τὸ ἀδικεῖν, φιλότιμοι δὲ πρὸς τοὺς ἐπαίνους.
千人隊長に任命されると、彼は軍司令官ルブリウスのもとへとマケドニアへ派遣された。その際、妻が悲嘆に暮れて涙を流していると、カトーの友人たちの一人ムナティウスがこう言ったと伝えられる。 「アティリアよ、心配いりません。私があなたのためにこの人をお守りしましょう」するとカトーは、「まさにその通りだ」と言い、一行が一日の行程を進んだところで、夕食の直後にこう言った。 「さあ、ムナティウスよ、昼も夜も私から離れることなく、アティリアへの約束を確実に果たすようにしたまえ」そしてこの後、同じ部屋に寝台を二つ置くよう命じ、こうしてムナティウスはカトーに冗談まじりに見守られながら常に眠ることになった。彼には十五人の召使いと二人の解放奴隷、そして四人の友人が同行していたが、友人たちが馬に乗る一方で、彼自身は常に徒歩で進み、順番にそれぞれのそばに歩み寄っては対話を交わした。軍営に到着すると、複数の軍団がある中で司令官から一つの軍団の指揮官に任命されたが、自分一人の美徳の発揮などは取るに足らぬことであり何の効果もないと考え、部下たちを自分と同じような者に仕立て上げることに最も意を注ぎ、権威から恐れを取り除くのではなく、むしろ道理を付け加え、これによって各々の事柄について説得し教え諭すとともに、それに相応しい栄誉と処罰を伴わせたため、彼が兵士たちをより平和的な人間に育てたのか軍事的な人間に育てたのか、あるいはより熱気あふれる者にしたのか公正な者にしたのか判別しがたいほどであった。このようにして兵士たちは敵に対しては恐るべき存在であり、同盟者に対しては温和であり、不正を働くことには臆病であり、称賛を得ることには意欲的であるように見えた。
οὗ δὲ ἥκιστα Κάτων ἐπεμελήθη, τοῦτο πλεῖστον ὑπῆρχεν αὐτῷ, καὶ δόξα καὶ χάρις καὶ ὑπερβάλλουσα τιμὴ καὶ φιλοφροσύνη παρὰ τῶν στρατιωτῶν, ἃ γὰρ ἑτέροις ἐπέταττεν ἑκουσίως διαπονῶν, καὶ στολὴν μὲν καὶ δίαιταν καὶ πορείαν ἐκείνοις μᾶλλον ἢ τοῖς ἄρχουσιν ὁμοιούμενος, ἤθει δὲ καὶ φρονήματι καὶ λόγῳ πάντας ὑπεραίρων τοὺς αὐτοκράτορας καὶ στρατηγοὺς προσαγορευομένους, ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν ἐνεργασάμενος τοῖς ἀνδράσιν.3
そして、カトーが最も頓着しなかったこと、すなわち兵士たちからの名声、好意、並々ならぬ敬意、そして親愛の念が、彼には最も豊かにもたらされた。というのも、他人に命じる事柄を自ら進んで骨折って行い、服装や生活様式や行軍においては指揮官たちよりも兵士たちに自分を同化させ、他方で品性、志気、言論においてはインペラトルや軍司令官と呼ばれるあらゆる者たちを凌駕していたため、これらを通じていつの間にか同時に兵士たちの中に自分への忠愛の念を生み出していたからである。
ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος ἢ διʼ ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς·4 οἱ δὲ ἄνευ τοῦ φιλεῖν ἐπαινοῦντες τοὺς ἀγαθοὺς αἰδοῦνται τὴν δόξαν αὐτῶν, οὐ θαυμάζουσι δὲ τὴν ἀρετὴν οὐδὲ μιμοῦνται.
というのも、美徳への真の熱意というものは、それを伝える者に対する至高の好意と敬意を通じる以外には生じないからである。親愛の情を抱くことなく善き人々を称賛する者たちは、彼らの名声に敬意を払うものの、その美徳に感嘆することも模倣することもないのである。
- 9.1προελθόντων μιᾶς ἡμέρας ὁδόν
意味上の主語(カトーやその一行)が文脈から明らかなため省略されている絶対属格。μιᾶς ἡμέρας ὁδόν は前進した距離・範囲を示す「空間の対格(内的な広がりを示す対格)」である。
- 9.1ὅπως, ὦ Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις
ὅπως +未来直説法による独立構文で、主動詞(ὅρα や ἐπιμελοῦ など)が省略された強い勧告・命令を表す(「必ず〜するようにせよ」)。
- 9.4ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν ἐνεργασάμενος τοῖς ἀνδράσιν
λανθάνω +補充分詞(ἐνεργασάμενος)の構文。「いつの間にか(知らず知らずのうちに)〜した」という意味を表す。カトーが意図して人気取りをしたのではなく、自然な帰結として兵士たちの好意を生み出したことを示す。
- 9.5ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος ἢ διʼ ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς
否定詞 οὐκ と接続詞 ἤ が呼応し、οὐκ ... ἄλλως ἢ(あるいは οὐκ ... ἀλλʼ ἤ)と同等に「〜のほかに/〜を通じて以外には…ない」という排他的限定を表す。ἀρετῆς は ζῆλος に係る目的格的属格(「徳に対する熱意」)。
