← プルタルコス

小カトー伝

§63.1-63.6

離脱する騎兵へのカトーの涙の説得と猶予の確保

ウティカ市民が降伏へ傾き騎兵たちが過激な要求を突きつける中、騎兵が撤退を始めると、カトは彼らを追い、元老院議員たちの安全な脱出を確保するため一日留まるよう涙ながらに説得した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§63.1

ἐν δὲ τούτῳ παρῆν ὁ Ῥούβριος σὺν ὀργῇ κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον,1 ὡς ἀφισταμένων καὶ διαταραττόντων τὴν πόλιν. ἐφʼ οἷς οἱ μὲν ἄλλοι παντάπασιν ἀπογνόντες ἑαυτῶν εἰς δάκρυα καὶ ὀδυρμοὺς ἐξέπεσον, ὁ δὲ Κάτων ἐκείνους τε θαρσύνειν ἐπειρᾶτο καὶ πρὸς τοὺς τριακοσίους ἔπεμψεν ἀναμεῖναι κελεύων.

その間にルブリウスが憤然として現れ、三百人会が離反し都市を混乱に陥れようとしているとして、その多大な無秩序と動揺を告発した。これに他の者たちは自らの身を完全に絶望視して涙と嘆きに暮れたが、カトは彼らを励まそうと努め、三百人会には待機するよう命じる使者を送った。

§63.2

οἱ δὲ ἀπὸ τῶν ἱππέων ἧκον οὐ μέτρια προστάττοντες· ἔφασαν γὰρ οὔτε Ἰόβα δεῖσθαι μισθοδοτοῦντος οὔτε Καίσαρα φοβεῖσθαι Κάτωνος αὐτῶν ἄρχοντος, Ἰτυκαίοις δέ, Φοίνιξιν ἀνθρώποις εὐμεταβόλοις, συγκαθείργνυσθαι δεινὸν εἶναι· καὶ γὰρ εἰ νῦν ἀτρεμοῦσιν, ὅταν Καῖσαρ ἐπίῃ, συνεπιθήσεσθαι καὶ προδώσειν. εἴπερ οὖν δεῖταί τις αὐτῶν συμπολεμούντων καὶ συμπαρόντων, ἐκβαλὼν ἅπαντας Ἰτυκαίους ἢ διαφθείρας, οὕτως εἰς πόλιν καθαρὰν πολεμίων καὶ βαρβάρων καλείτω. ταῦτα ὁ Κάτων ἄγρια μὲν δεινῶς ἡγεῖτο καὶ βάρβαρα, πρᾴως δὲ ἀπεκρίνατο βουλεύσεσθαι μετὰ τῶν τριακοσίων.

しかし騎兵側からの使者たちは途方もない要求を掲げてやって来た。すなわち、自分たちは給与を支払うユバを必要としておらず、カトが自分たちを指揮するならばカエサルを恐れもしないが、心変わりしやすいフェニキア人であるウティカ市民たちと共に閉じ籠もることは恐ろしいことであり、たとえ今は平穏を保っていても、カエサルが攻め寄せてくれば一緒になって襲いかかり裏切るに違いない、と彼らは言ったのである。 それゆえ、もし自分たちが共に戦い共に留まることを望む者がいるならば、ウティカ市民を全員追放するか皆殺しにして、そうして敵や蛮族のいなくなった都市へと自分たちを招くがよい、というのであった。カトはこれを極めて残虐で野蛮な要求であると考えたが、三百人会と協議すると穏やかに答えた。

§63.4

καὶ παρελθὼν αὖθις εἰς τὴν πόλιν ἐνετύγχανε τοῖς ἀνδράσιν οὐκέτι σκήψεις οὐδὲ παραγωγὰς πλασσομένοις ὑπʼ αἰδοῦς πρὸς αὐτόν, ἄντικρυς δέ χαλεπαίνουσιν εἴ τις αὐτοὺς βιάζοιτο πολεμεῖν Καίσαρι μὴ δυναμένους μηδὲ βουλομένους· ἔνιοι δὲ καὶ παρεφθέγγοντο περὶ τῶν συγκλητικῶν, ὡς καθεκτέον ἐν τῇ πόλει2 Καίσαρος προσιόντος.

そして再び都市に入ると、男たちに出くわしたが、彼らはもはやカトに対する遠慮から口実や言いつくろいを弄することもなく、力もなく望んでもいないのにカエサルと戦うことを強いられるならと公然と怒りを露わにしていた。さらに一部の者たちは元老院議員たちについて、カエサルが近づいている以上、都市の中に抑留しておくべきだと小声で囁き合ってさえいた。

§63.5

ἀλλὰ τοῦτο μὲν ὡς οὐκ ἀκούσας ὁ Κάτων παρῆκε· καὶ γὰρ ἦν ὑποκωφότερος· ὡς δέ τις αὐτῷ προσελθὼν ἀπήγγειλε τοὺς μὲν ἱππεῖς ἀπιέναι, φοβηθεὶς μὴ παντάπασιν οἱ τριακόσιοι κατὰ τῶν συγκλητικῶν ἀπονοηθῶσιν, ἐβάδιζε μετὰ τῶν φίλων ἐξαναστάς· καὶ θεασάμενος ἤδη προκεχωρηκότας ἵππον λαβὼν ἐδίωκε πρὸς αὐτούς.

しかしカトはこれを聞こえなかったふりをして聞き流した。事実、彼はやや耳が遠かったのである。だが、ある者が彼のもとに来て騎兵たちが立ち去ろうとしていると告げると、三百人会が元老院議員たちに対して完全に暴発することを恐れたカトは、立ち上がって友人たちとともに出発し、〔騎兵たち〕がすでに前進しているのを見て馬を取って彼らを追った。

§63.6

οἱ δὲ ἰδόντες ἄσμενοι προσελαύνοντα καὶ ἐδέξαντο καὶ παρεκάλουν σῴζεσθαι μετʼ αὐτῶν, τότε καὶ δακρῦσαι τὸν Κάτωνά φασιν ὑπὲρ τῶν συγκλητικῶν δεόμενον καὶ προτείνοντα τὰς χεῖρας, ἐνίων δὲ καὶ τοὺς ἵππους ἀναστρέφοντα καὶ τῶν ὅπλων ἀντιλαμβανόμενον, μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν.3

騎兵たちはカトが馬を駆って来るのを見て喜んで迎え入れ、自分たちと共に逃れて助かるよう促した。その時、カトは元老院議員たちのために懇願して手を差し伸べ、ある者たちの馬の首を巡らせ、武器にすがりつきながら涙を流したと言われる。そうして、せめてその日だけでも留まって男たちに安全な脱出の道を提供することを、ついに承諾させたのである。

構文注3 件
  1. 63.1κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον

    動詞 κατηγορῶ は人を属格(τῶν τριακοσίων)、告発内容・罪状を対格(ἀκοσμίαν πολλὴν καὶ θόρυβον)に取る二重構文。「三百人会に対し、多大な無秩序と動揺を告発する」の意。

  2. 63.4ὡς καθεκτέον ἐν τῇ πόλει

    接続詞 ὡς の導く間接話法節内で、動詞的形容詞 καθεκτέον(κατέχω から派生)が非人称的に用いられている。意味上の目的語として対格 τοὺς συγκλητικούς が前文脈の περὶ τῶν συγκλητικῶν から補われ、「元老院議員たちを都市の中に抑留すべきである」という意味を表す。

  3. 63.6μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν

    動詞 κατειργάσατο(成し遂げる、説得して〜させる)は対格不定詞構文を取っている。不定詞 παρασχεῖν の意味上の主語として騎兵たちを指す対格分詞 ἐπιμείναντας が置かれ、「少なくともその日一日留まって、男たち(元老院議員たち)に安全な逃亡の道を提供させることを成し遂げた(承諾させた)」という結果を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:63.1-63.6