- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:6.1-6.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カトーの宴席での飲酒習慣やキケローによる機智に富んだ擁護、贅沢な風潮に抗する質素な服装と行動規範、および莫大な遺産を友人たちに無利子で惜しみなく分け与えた寛大さが語られる。
ἐν δὲ τοῖς δείπνοις ἐκληροῦτο περὶ τῶν μερίδων εἰ δὲ ἀπολάχοι, πρῶτον αἴρειν τῶν φίλων κελευόντων, ἔλεγε μὴ καλῶς ἔχειν, ἀκούσης τῆς Ἀφροδίτης,1 καὶ κατʼ ἀρχὰς μὲν ἅπαξ ἐπιπιὼν τὸ δεῖπνον ἀνέλυε, προϊόντι δὲ τῷ χρόνῳ μάλιστα προσίετο τὸ πίνειν, ὥστε πολλάκις ἐν οἴνῳ διάγειν εἰς ὄρθρον.
食事の席では、彼は取り分を決めるために籤を引いていたが、籤に外れた際に友人たちがまず取るように勧めても、アプロディーテーの意に反してそうするのはよろしくないと述べた。初めのうちは一度飲酒すると席を立っていたが、時が経つにつれてとりわけ酒を好むようになり、酒盛りの中で朝方に至ることも度々であった。
αἰτίαν δὲ ἔλεγον οἱ φίλοι τούτου τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα, πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς φιλοσόφοις.2 διὸ καὶ Μεμμίου τινὸς ἐν συλλόγῳ φήσαντος ὅλας τὸν Κάτωνα μεθύσκεσθαι τὰς νύκτας, ὑπολαβὼν ὁ Κικέρων, ἐκεῖνο δὲ οὐ λέγεις, εἶπεν, ὅτι καὶ τὰς ἡμέρας ὅλας κυβεύει;
この原因として友人たちが語ったのは、政治と公務のことであった。カトーは丸一日これらに没頭し、学問的対話を阻まれているため、夜間に酒を飲みながら哲学者たちと交わるのだというのである。それゆえ、ある集会でメムミウスなる人物が、カトーは夜通し酒に酔いしれていると言ったとき、キケローが口を挟んで言った、「君はあのことを言わないのか」と、「彼が昼間も一日中さいころ博打に興じていることを。」
καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς ἐπιτηδεύμασιν ὁ Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαιναν,3 πολλάκις δʼ ἀνυπόδητος καὶ ἀχίτων εἰς τὸ δημόσιον προῄει μετʼ ἄριστον, οὐ δόξαν ἐκ ταύτης τῆς καινότητος θηρώμενος, ἀλλὰ ἐθίζων ἑαυτὸν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι μόνοις, τῶν δὲ ἄλλων ἀδόξων καταφρονεῖν.
全体としてカトーは、当時の生活様式や習俗が低劣であり大変革を必要としていると考え、それらと反対の道を歩むべきだと判断していたため、極度に鮮やかで目立つ深紅の紫布が好まれているのを見て、自らは黒ずんだ紫色の衣を身につけ、昼食後にはしばしば履物もつけず下着のチュニックも着ずに公の場へ出た。これは、そうした珍奇さから名声を狩り集めようとしたのではなく、恥ずべきことのみに恥じ入り、その他の不評は軽蔑するように自らを慣らしていたからであった。
καὶ κληρονομίαν δὲ αὐτῷ προσγενομένην ἀνεψιοῦ Κάτωνος ἑκατὸν ταλάντων εἰς ἀργύριον συναγαγών παρεῖχεν ἄνευ τόκων χρῆσθαι τῷ δεομένῳ τῶν φίλων, ἔνιοι δὲ καὶ χωρία καὶ θεράποντας αὐτοῦ διδόντος καὶ βεβαιοῦντος ὑπέθεντο πρὸς τὸ δημόσιον.
また、従兄弟のカトーから百タラントンという遺産が転がり込んできた際にも、それを貨幣に換えて、困窮している友人たちに無利子で使わせ、ある人々はカトーが提供して保証する中で、彼の地所や奴隷たちを公庫への担保に入れたほどであった。
- 6.1ἀκούσης τῆς Ἀφροδίτης
独立属格構文。「アプロディーテーが望んでいないのに」の意。サイコロの最高の目(ギリシア・ローマで「ウェヌス/アプロディーテーの目」と呼ばれる)が出なかったこと、すなわち籤やサイコロの神意に反して便宜を受けることを拒絶する言い回し。
- 6.2πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς φιλοσόφοις
動詞 ἔλεγον に導かれる間接話法構文。関係代名詞 οἷς は先行詞 τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα を受け、分詞 ὄντα と κωλυόμενον は不定詞 συγγίνεσθαι の意味上の主語である対格 τὸν Κάτωνα を修飾する。「カトーがこれら(公務)に一日中没頭し、学芸の談話を阻まれているため、夜間に哲学者たちと交わるのだ」という論理関係をなす。
- 6.3καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς ἐπιτηδεύμασιν ὁ Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαιναν
長大な主節の骨格は主語 ὁ Κάτων と主動詞 ἐφόρει(「カトーは身につけていた」)。主語を修飾する分詞 οἰόμενος(「〜と判断して」)が与格支配の句 τὴν ἐναντίαν ὁδὸν ... βαδίζειν を従え、理由を示す ὡς +分詞句(οὖσι ... δεομένοις)が挿入された後、時・理由の従属節 ἐπεὶ ... ἑώρα を経て主動詞へと至る倒置・離隔構造(hyperbaton)。
