← プルタルコス

小カトー伝

§30.1-30.6

ポンペイウスの求婚とカトーによる峻拒

凱旋帰国したポンペイウスは執政官選挙の延期を要求するがカトーの反対で阻まれ、カトーとの二重の婚姻同盟を申し入れる。カトーはこれを峻拒し、直後のポンペイウスの贈賄工作を見て親族らもその判断を是認するが、著者はこれが結果としてポンペイウスとカエサルの結託を招いたと論評する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30.1

Πομπήϊος δὲ μέγας ἀπὸ τῆς στρατείας ἐπανιών, καὶ τῇ λαμπρότητι καὶ προθυμίᾳ τῆς ὑποδοχῆς πεποιθὼς οὐδὲν ἂν δεηθεὶς ἀποτυχεῖν τῶν πολιτῶν,1 προὔπεμψεν ἀξιῶν τὰς ὑπατικὰς ἀρχαιρεσίας ἀναβαλέσθαι τὴν σύγκλητον, ὡς ἂν αὐτὸς παρὼν Πείσωνι συναρχαιρεσιάσῃ.

一方ポンペイウスは遠征から大いなる威勢をもって帰還し、市民たちの歓迎の熱烈さと華々しさに自信を深め、頼みさえすれば市民たちから何一つ断られることはないだろうと確信して、元老院に執政官選挙を延期するよう求める使者を先発させた。自身がその場に臨席してピソの選挙運動を共同で行えるようにするためである。

§30.2

τῶν δὲ πλείστων ὑπεικόντων, οὐ τὴν ἀναβολὴν μέγιστον ὁ Κάτων ἡγούμενος, ἀλλὰ τὴν πεῖραν ἀποκόψαι καὶ τὴν ἐλπίδα τοῦ Πομπηΐου βουλόμενος, ἀντεῖπε καὶ μετέστησε τὴν βουλήν, ὥστε ἀποψηφίσασθαι. τοῦτο τὸν Πομπήϊον οὐχ ἡσυχῇ διετάραξε· καὶ νομίζων οὐ μικρὰ προσπταίσειν τῷ Κάτωνι μὴ φίλῳ γενομένῳ, μετεπέμψατο Μουνάτιον, ἑταῖρον αὐτοῦ· καὶ δύο τοῦ Κάτωνος ἀδελφιδᾶς ἐπιγάμους ἔχοντος ᾔτει τὴν μὲν πρεσβυτέραν ἑαυτῷ γυναῖκα, τὴν δὲ νεωτέραν τῷ υἱῷ.

大多数の者が屈服しかけたとき、カトーはその延期自体を重大事とみなしたのではなく、むしろポンペイウスの企てを挫きその望みを断ち切ることを望んで、反対演説を行い元老院の意向を翻させて否決に持ち込んだ。このことはポンペイウスを少なからず動揺させた。そして、カトーが味方にならなければ小さな障害では済まないと考え、カトーの友人であるムナティウスを呼び寄せた。カトーには結婚適齢期の姪が二人いたので、ポンペイウスは年長の方を自分自身の妻に、年少の方を息子の妻にと求婚したのである。

§30.3

τινὲς δέ φασιν οὐ τῶν ἀδελφιδῶν, ἀλλὰ τῶν θυγατέρων τὴν μνηστείαν γενέσθαι, τοῦ δὲ Μουνατίου ταῦτα πρὸς τὸν Κάτωνα καὶ τὴν γυναῖκα καὶ τὰς ἀδελφὰς φράσαντος, αἱ μὲν ὑπερηγάπησαν τὴν οἰκειότητα πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὁ δὲ Κάτων οὔτʼ ἐπισχὼν οὔτε βουλευσάμενος, ἀλλὰ πληγεὶς εὐθὺς εἶπε·

しかし、求婚されたのは姪たちではなく娘たちであったと言う者もいる。ムナティウスがこの話をカトーと妻および姉妹たちに伝えると、女性たちはその人物の偉大さと権威に照らしてこの婚姻関係を非常に喜んだが、カトーはためらうことも思案することもなく、直ちに打たれたように言った。

§30.4

βάδιζε, Μουνάτιε, βάδιζε, καὶ λέγε πρὸς Πομπήϊον ὡς Κάτων οὐκ ἔστι διὰ τῆς γυναικωνίτιδος ἁλώσιμος, ἀλλὰ τὴν μὲν εὔνοιαν ἀγαπᾷ, καὶ τὰ δίκαια ποιοῦντι φιλίαν παρέξει πάσης πιστοτέραν οἰκειότητος, ὅμηρα δὲ οὐ προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος.2 ἐπὶ τούτοις ἤχθοντο μὲν αἱ γυναῖκες, ᾐτιῶντο δὲ οἱ φίλοι τοῦ Κάτωνος ὡς ἄγροικον ἅμα καὶ ὑπερήφανον τὴν ἀπόκρισιν.

「行け、ムナティウス、行ってポンペイウスに言うがよい。カトーは奥向きを通じて攻略されるような者ではない。しかし、好意は嬉しく思うし、彼が正義を行うならば、いかなる親族関係よりも確かな友誼を提供しよう。だが、祖国を裏切ってポンペイウスの野望に人質を差し出すことは断じてない」と。 これに対して女性たちは悲嘆に暮れ、カトーの友人たちもその返答を無骨で尊大であるとして非難した。

§30.5

εἶτα μέντοι πράττων τινὶ τῶν φίλων ὑπατείαν ὁ Πομπήϊος ἀργύριον εἰς τὰς φυλὰς ἔπεμπε, καὶ περιβόητος ὁ δεκασμὸς ἦν, ἐν κήποις ἐκείνου τῶν χρημάτων ἀριθμουμένων. εἰπόντος οὖν τοῦ Κάτωνος πρὸς τὰς γυναῖκας ὅτι τοιούτων ἦν κοινωνεῖν καὶ ἀναπίμπλασθαι πραγμάτων ἀνάγκη Πομπηΐῳ συναφθέντα διʼ οἰκειότητος, ὡμολόγουν ἐκεῖναι κάλλιον αὐτὸν βεβουλεῦσθαι διακρουσάμενον.

しかしその後、ポンペイウスが友人の一人のために執政官職を画策して各部族に金をばら撒き、その金が彼の庭園で数えられて贈賄が公然たる醜聞となった。そこでカトーが女性たちに向かって、婚姻によってポンペイウスと結ばれていたならば、このような事柄に加担しその汚濁に染まらざるを得なかったのだと語ると、彼女たちもカトーがその縁組を退けたことは、より良き思慮によるものであったと認めた。

§30.6

εἰ δὲ δεῖ πρὸς τὰ συμβάντα κρίνειν, τοῦ παντὸς ἔοικεν ὁ Κάτων ἁμαρτεῖν3 τὴν οἰκειότητα μὴ δεξάμενος, ἀλλʼ ἐάσας πρὸς Καίσαρα τραπέσθαι καὶ γῆμαι γάμον ὃς τὴν Πομπηΐου δύναμιν καὶ Καίσαρος εἰς ταὐτὸ συνενεγκών ὀλίγου τὰ μὲν Ῥωμαίων ἀνέτρεψε πράγματα, τὴν δὲ πολιτείαν ἀνεῖλεν, ὧν οὐθὲν ἂν ἴσως συνέπεσεν, εἰ μὴ Κάτων τὰ μικρὰ τοῦ Πομπηΐου φοβηθεὶς ἁμαρτήματα τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρῳ δύναμιν προσγενόμενον.4

しかしながら、事の成り行きに照らして判断するならば、カトーはこの親族関係を受け入れず、彼をカエサルへと走らせて、ポンペイウスとカエサルの力を一つに結びつけローマの国家を覆しかけ共和政を破滅させたあの婚姻を結ばせてしまったことで、根本的な誤りを犯したように思われる。もしカトーがポンペイウスの小さな過失を恐れて、彼が他者の強大な力となって加わるという最大の過失を見過ごさなかったならば、おそらくこれらの事態は何一つ起こらなかったであろうからである。

構文注4 件
  1. 30.1πεποιθὼς οὐδὲν ἂν δεηθεὶς ἀποτυχεῖν τῶν πολιτῶν

    分詞 δεηθείς は「もし懇請したならば」という仮定(εἰ δεηθείη)を表す条件的分詞であり、ἄν と不定詞 ἀποτυχεῖν が結びついて希求法+ἄν(潜在・帰結)の構文を間接話法として引き継いでいる(確信の内容:「懇請すれば何一つ市民たちから断られることはないだろう」)。

  2. 30.4ὅμηρα δὲ οὐ προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος

    ὅμηρα は動詞 προήσεται の直接目的語(「人質を差し出す」)であり、同時に「娘たち・親族を人質として」という述語的同格の意味合いを帯びる。与格 τῇ Πομπηΐου δόξῃ は προίημι の相手方(「ポンペイウスの野望・名声のために/に対して」)を示し、κατὰ τῆς πατρίδος(「祖国に敵対して」)がその背信行為の方向性を修飾している。

  3. 30.6τοῦ παντὸς ἔοικεν ὁ Κάτων ἁμαρτεῖν

    ἔοικεν はカトーを文法上の主語とする人称構文(「カトーは……したように思われる」)。属格 τοῦ παντός は ἁμαρτάνω に伴う分離・目標喪失の属格から転じたもので、「完全に的を外す、根本的に過つ」という副詞的・程度の意味を表す慣用表現である。

  4. 30.6τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρῳ δύναμιν προσγενόμενον

    動詞 περιεῖδεν(「見過ごした、放置した」)は分詞構文 αὐτὸν ... προσγενόμενον(「彼自身が他者にとっての勢力となって加わること」)を直接の補語として取っている。対格 τὸ μέγιστον は直前の τὰ μικρὰ ... ἁμαρτήματα と対比される目的語(「最大の過失」)であり、後続の分詞句がその同格・具体的内容として展開されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:30.1-30.6