← プルタルコス

小カトー伝

§23.1-23.3

カトの死刑強硬論と演説の速記録録

元老院の空気がカエサルの寛刑論に傾く中、カトが登壇してシラヌスとカエサルを猛烈に糾弾し、議員たちの意見を死刑へと覆す。この演説はキケロが速記の手法を用いて記録させたことで後世に唯一残された。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

γενομένης δὲ τοιαύτης τῆς τροπῆς καὶ ἁπάντων ἐπὶ τὸ πρᾳότερον ῥυέντων καὶ φιλανθρωπότερον, ὁ Κάτων πρὸς τὴν γνώμην ἀναστὰς εὐθὺς ἵετο τῷ λόγῳ μετʼ ὀργῆς καὶ πάθους, τόν τε Σιλανὸν κακίζων τῆς μεταβολῆς, καὶ καθαπτόμενος τοῦ Καίσαρος ὡς σχήματι δημοτικῷ καὶ λόγῳ φιλανθρώπῳ τὴν πόλιν ἀνατρέποντος, καὶ δεδιττομένου τὴν βουλὴν ἐφʼ οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει1 καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων2 πολεμίους καὶ τὴν παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι3 πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλʼ οὓς ἔδει μὴ γενέσθαι μηδὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόνων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι τὴν πόλιν ἀποθανόντες.

このような情勢の転換が起こり、全員がより穏やかで寛大な処遇へと流れていくと、カトは意見を述べるために立ち上がり、怒りと熱情を込めて直ちに弁舌をふるい始めた。そしてシラヌスをその変節の廉で責め立て、またカエサルに対しては、民衆受けする身振りと人道的な弁舌をもって国家を覆そうとしていると非難した。さらに、自らこそが恐れるべきであり、起きた事柄について罪を問われず疑いもかけられずに済めば満足すべきであるような事態にありながら、元老院を脅迫しているとカエサルを弾劾した。彼がこれほど公然と大胆にも国家共通の敵を救い出し、滅亡まであと一歩のところにあったこの広大で偉大な祖国に同情しないと公言しながら、むしろ生まれてくるべきでも生を受けるべきでもなかった者たちが、死ぬことによって都を大規模な殺戮と危機から解放するのだとしたら、彼らのために涙を流して嘆き悲しんでいるのだ、とカトは責めたのである。

§23.3

τοῦτον μόνον ὧν Κάτων εἶπε διασῴζεσθαί φασι τόν λόγον, Κικέρωνος τοῦ ὑπάτου τοὺς διαφέροντας ὀξύτητι τῶν γραφέων σημεῖα προδιδάξαντος ἐν μικροῖς καὶ βραχέσι τύποις πολλῶν γραμμάτων ἔχοντα δύναμιν, εἶτα ἄλλον ἀλλαχόσε τοῦ βουλευτηρίου σποράδην ἐμβαλόντος. οὔπω γὰρ ἤσκουν οὐδʼ ἐκέκτηντο τοὺς καλουμένους σημειογράφους, ἀλλὰ τότε πρῶτον εἰς ἴχνος τι καταστῆναι λέγουσιν. ἐκράτησε δʼ οὖν ὁ Κάτων καὶ μετέστησε τὰς γνώμας, ὥστε θάνατον καταψηφίσασθαι τῶν ἀνδρῶν.

カトが語った演説のうち、保存されているのはこの演説だけであると言われている。というのも、執政官キケロが書記官たちの中で俊敏さに優れた者たちに、小さく簡潔な記号のうちに多くの文字の効力をもつ符号をあらかじめ教え込み、そのうえで議場のあちこちに散らばるように配置したからであった。当時はまだいわゆる速記官を訓練することも抱えることもしておらず、このとき初めてその端緒が築かれたのだと伝えられている。ともあれ、カトは元老院を圧倒して意見を一変させ、かの者たちに死刑を議決させるに至った。

構文注3 件
  1. 23.2ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει

    ἀγαπᾶν εἰ... は「もし…ならば満足すべきである・喜ぶべきである」という慣用構文。ἀπαλλάξει は未来能動態であるが、ここでは「(災い・刑罰を免れて)無事に切り抜ける」という自動詞的・受動的意味を表す。

  2. 23.2ἐξαρπάζων

    直前の καθαπτόμενος τοῦ Καίσαρος ὡς... ἀνατρέποντος... καὶ δεδιττομένου の属格分詞句を受けて、カエサルの行動の糾弾が続いているが、構文上は属格(ἐξαρπάζοντος 等)をとらず主格分詞(ἐξαρπάζων, ὁμολογῶν, δακρύων, ἀνακλαιόμενος)へと破格(anacoluthon)が生じている。カエサルを間接話法・従属節的な主語とみなし、文頭の主格に引きずられる形で主格分詞が連続している。

  3. 23.2τὴν παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι

    παρʼ οὐδὲν ἔρχομαι+不定詞は「あわや…するところである」「危うく…を免れる」を意味する慣用表現。πατρίδα を修飾する限定分詞句として機能し、「滅亡まであと一歩のところにあった祖国」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:23.1-23.3