- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:7.1-7.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
フォキオンは一隻の船で同盟諸島を巡り軍資金の徴収に成功した。また師カブリアスの放蕩な息子を辛抱強く世話しつつ、当時の弁論家と将軍の分業体制を排してペリクレスらの文武兼備の政治の理想を掲げた。
ἐκ τούτου λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ὡς πολεμήσων πέμποιτο, μείζονος δεῖν δυνάμεως, εἰ δὲ ὡς πρὸς συμμάχους, ἀρκεῖν ναῦν μίαν καὶ πλεύσαντα τῇ αὐτοῦ τριήρει καὶ διαλεχθέντα ταῖς πόλεσι καὶ συγγενόμενον τοῖς ἄρχουσιν ἐπιεικῶς καὶ ἀφελῶς καταπλεῦσαι1 μετὰ πολλῶν νεῶν, ἃς ἀπέστειλαν οἱ σύμμαχοι τὰ χρήματα τοῖς Ἀθηναίοις κομιζούσας.
これ以降、カブリアスが島々の分担金徴収のためにフォキオンを派遣しようとし、船二十隻を与えようとしたとき、フォキオンは「もし戦う者として派遣されるならより大きな軍勢が必要であり、もし同盟者のもとへ行く者としてなら一隻の船で十分である」と語ったと伝えられる。そして彼は自身の三段櫂船一隻で航海し、各都市と話し合い、その支配者たちと穏やかかつ飾らぬ態度で交わったのち、同盟諸都市がアテナイ人のために資金を運ばせて派遣した多くの船を伴って帰港したのである。
οὐ μόνον δὲ ζῶντα τὸν Χαβρίαν θεραπεύων διετέλει καὶ τιμῶν, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ τῶν προσηκόντων καλῶς ἐπεμελεῖτο, καὶ τὸν παῖδα Κτήσιππον ἐβούλετο μὲν ἄνδρα ποιεῖν ἀγαθόν, ἔμπληκτον δὲ ὁρῶν καὶ ἀνάγωγον ὅμως οὐκ ἀπεῖπεν ἐπανορθούμενος καὶ ἀποκρύπτων τὰ αἴσχη. πλὴν ἅπαξ λέγεται, παρενοχλοῦντος ἐν στρατείᾳ τινὶ τοῦ νεανίσκου καὶ κόπτοντος αὐτὸν ἐρωτήμασιν ἀκαίροις καὶ συμβουλίαις οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος,2 εἰπεῖν· ὦ Χαβρία, Χαβρία, μεγάλην γέ σοι χάριν ἐκτίνω τῆς φιλίας ὑπομένων σου τὸν υἱόν. ὁρῶν δὲ τοὺς τὰ κοινὰ πράσσοντας τότε διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα,3 καὶ τοὺς μὲν λέγοντας ἐν τῷ δήμῳ καὶ γράφοντας μόνον, ὧν Εὔβουλος ἦν καὶ Ἀριστοφῶν καὶ Δημοσθένης καὶ Λυκοῦργος καὶ Ὑπερείδης, Διοπείθην δὲ καὶ Μενεσθέα καὶ Λεωσθένην καὶ Χάρητα τῷ στρατηγεῖν καὶ πολεμεῖν αὔξοντας ἑαυτούς, ἐβούλετο τὴν Περικλέους καὶ Ἀριστείδου καὶ Σόλωνος πολιτείαν ὥσπερ ὁλόκληρον καὶ διηρμοσμένην ἐν ἀμφοῖν ἀναλαβεῖν καὶ ἀποδοῦναι. καὶ γὰρ τῶν ἀνδρῶν ἐκείνων ἕκαστος ἐφαίνετο κατὰ τὸν Ἀρχίλοχον, "ἀμφότερον, θεράπων μὲν Ἐνυαλίοιο θεοῖο, καὶ Μουσέων ἐρατᾶν δῶρον ἐπιστάμενος·" καὶ τὴν θεὸν ἑώρα πολεμικήν τε ἅμα καὶ πολιτικὴν οὖσαν καὶ προσαγορευομένην.
フォキオンはカブリアスの生前に彼を支え敬い続けただけでなく、その死後も彼の親族をよく世話し、その息子クテシッポスを優れた人物に育て上げようと望んだ。そして彼が気まぐれで放蕩であることを見ながらも、これを矯正し、その不品行を覆い隠すことを諦めなかった。ただ一度、ある遠征においてこの若者がフォキオンを煩わせ、あたかも〔彼を〕正し、傍らで将軍として振る舞うかのように場違いな質問や忠告をもって彼を悩ませた際、こう言ったと伝えられる。 「ああ、カブリアスよ、カブリアス、私はお前の息子に耐えることによって、お前との友情に対して実に大きな返礼を果たしているのだ」また、当時の国政を担う者たちが、あたかも籤引きによって分配されたかのように将軍職と民会演説台とに二分されており、民衆の前で演説し議案を発議するのみの者たち(エウブロス、アリストフォン、デモステネス、リュクルゴス、ヒュペレイデスら)と、将軍職を務め戦争を行うことによって自らを高める者たち(ディオペイテス、メネステウス、レオステネス、カレスら)とに分かれているのを見て、フォキオンは、ペリクレスやアリステイデスやソロンの政治のあり方、すなわち双方の領域において統合され調和していた政治のあり方を、再び引き継ぎ回復させたいと望んだ。というのも、かの先人たちの一人ひとりは、アルキロコスの詩のように、 「双方に優れ、軍神エニュアリオスの従者にして、 愛らしきムーサたちの賜物をも心得たる者」 であるように見えたからであり、また彼が見るに、守護女神その人もまた戦時と平時政治の双方を司る者であり、そのように呼ばれていたからである。
- 7.1λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ... ἀρκεῖν ναῦν μίαν· καὶ πλεύσαντα ... καταπλεῦσαι
文全体の骨格は λέγεται に不定法 εἰπεῖν と καταπλεῦσαι が並列で従属する構文。主語となるフォキオンは文頭では明示されず、前置された絶対属格 πέμποντος ... τοῦ Χαβρίου の対格目的語 αὐτόν がその指示対象となる。不定法 καταπλεῦσαι の意味上の主語を表すために、続く分詞 πλεύσαντα, διαλεχθέντα, συγγενόμενον が対格・単数・男性として置かれている。
- 7.2οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος
接続詞 οἷον(「あたかも〜であるかのように」)が現在分詞の属格 ἐπανορθουμένου と παραστρατηγοῦντος に付いており、先行する属格 τοῦ νεανίσκου の主観的態度や気取りを描写している。παραστρατηγέω は「(本物の将軍の傍らで/勝手に)将軍を演じる、指図する」の意の稀な複合動詞。
- 7.3διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα
完了分詞 διῃρημένους は中動相「(自分たちの間で)分け合っている」の意味で取られ、直接目的語(あるいは配分を示す対格)として τὸ στρατήγιον καὶ τὸ βῆμα を取っている。受動相「(それらによって)分割されている」と解して対格を観点の対格とみなす解釈も可能だが、直後の τοὺς μὲν ... Διοπείθην δὲ ... で各派がそれぞれの領分を担っている能動的役割分担が述べられているため、中動相解釈が自然である。
