- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:28.1-28.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アテナイはエレウシスの密儀の最中にマケドニア軍の駐留を受け入れ、凶兆が相次ぐ中、一万二千人以上の貧しい市民が市民権を剥奪されて残留と追放の苦難に直面する。
οὕτω μὲν ἐδέξαντο φρουρὰν Μακεδόνων Ἀθηναῖοι καὶ Μένυλλον ἡγεμόνα, τῶν ἐπιεικῶν τινα καὶ τοῦ Φωκίωνος ἐπιτηδείων, ἐφάνη δὲ ὑπερήφανον τὸ πρόσταγμα, καὶ μᾶλλον ἐξουσίας ὕβρει χρωμένης ἐπίδειξις ἢ πραγμάτων ἕνεκα γιγνομένη κατάληψις. οὐ μικρὸν δὲ τῷ πάθει προσέθηκεν ὁ καιρός, εἰκάδι γὰρ ἡ φρουρὰ Βοηδρομιῶνος εἰσήχθη, μυστηρίων ὄντων, ᾗ τὸν Ἴακχον ἐξ ἄστεος Ἐλευσινάδε πέμπουσιν, ὥστε τῆς τελετῆς συγχυθείσης ἀναλογίζεσθαι τοὺς πολλοὺς καὶ τὰ πρεσβύτερα τῶν θείων καὶ τὰ πρόσφατα.
こうしてアテナイ人たちはマケドニア人の守備隊と、フォキオンの友人で温厚な人物の一人であった指揮官メニュロスを受け入れた。しかしその命令は傲慢なものと思われ、事態の必要性のゆえに行われた占領というよりは、傲慢に振る舞う権力の誇示に見えた。また、その時期も災禍に小さからぬ重みを加えた。守備隊が導入されたのはボエドロミオン月の二十日、市からエレウシスへイアクコスを送り出す密儀の祭りの日であったため、儀式が混乱させられたことで、多くの人々は神事に関する古い出来事と最近の出来事の双方を思い巡らすことになったからである。
πάλαι μὲν γὰρ ἐν τοῖς ἀρίστοις εὐτυχήμασι τὰς μυστικὰς ὄψεις καὶ φωνὰς παραγενέσθαι1 σὺν ἐκπλήξει καὶ θάμβει τῶν πολεμίων, νῦν δὲ τοῖς αὐτοῖς ἱεροῖς τὰ δυσχερέστατα πάθη τῆς Ἑλλάδος ἐπισκοπεῖν τοὺς θεούς, καὶ καθυβρίζεσθαι τὸν ἁγιώτατον τοῦ χρόνου καὶ ἥδιστον αὐτοῖς, ἐπώνυμον τῶν μεγίστων κακῶν γενόμενον. πρότερον μὲν οὖν ὀλίγοις ἔτεσι χρησμὸν ἐξήνεγκαν αἱ Δωδωνίδες τῇ πόλει τὰ ἀκρωτήρια τῆς Ἀρτέμιδος φυλάσσειν, ὅπως ἄλλοι μὴ λάβωσι·
昔は最上の幸運の中で神秘的な幻影や声が現れ、敵を驚愕と恐怖に陥れたのに、今では同じ神聖な儀式において神々がギリシアの最も痛ましい受難を見下ろし、彼らにとって最も神聖かつ最も喜ばしい時期が侮辱され、最大の災厄にその名を与えることになったからである。数年前にドドナの巫女たちが市に対して神託を下していた。 アルテミスの岬を守れ、他の者たちが奪わぬように、と。
τότε δὲ περὶ τὰς ἡμέρας ἐκείνας αἱ ταινίαι μὲν, αἷς περιελίττουσι τὰς μυστικὰς κοίτας, βαπτόμεναι θάψινον ἀντὶ φοινικοῦ χρῶμα καὶ νεκρῶδες ἀνήνεγκαν ὃ δὲ μεῖζον ἦν, τὰ παραβαπτόμενα τῶν ἰδιωτικῶν πάντα τὸ προσῆκον ἄνθος ἔσχε. μύστην δὲ λούοντα χοιρίδιον ἐν Κανθάρῳ λιμένι κῆτος συνέλαβε καὶ τὰ κάτω μέρη τοῦ σώματος ἄχρι τῆς κοιλίας κατέπιε, προδεικνύντος αὐτοῖς τοῦ θεοῦ προφανῶς ὅτι τῶν κάτω καὶ πρὸς θαλάσσῃ στερηθέντες τὴν ἄνω πόλιν διαφυλάξουσιν.
そしてまさに当時のその数日間に、神秘の籠に巻き付けるリボンを染めたところ、緋色の代わりに薄黄色で死者のような色を帯びた。さらに重大なことには、一緒に染められた一般の人々の品々はすべてふさわしい鮮やかさを得たのである。また、カンタロス港で小豚を洗っていた密儀参入者を海の怪物が襲い、腹部までの下半身を呑み込んでしまった。神は彼らに対し、下方の海辺の地域を奪われながらも上方の都市を守るであろうということを明白に予兆したのである。
ἡ μὲν οὖν φρουρὰ διὰ Μένυλλον οὐδὲν ἠνίασε τοὺς ἀνθρώπους· τῶν δὲ ἀποψηφισθέντων τοῦ πολιτεύματος διὰ πενίαν ὑπὲρ μυρίους καὶ δισχιλίους γενομένων2 οἵ τε μένοντες ἐδόκουν σχέτλια καὶ ἄτιμα πάσχειν, οἵ τε διὰ τοῦτο τὴν πόλιν ἐκλιπόντες καὶ μεταστάντες εἰς Θρᾴκην, Ἀντιπάτρου γῆν καὶ πόλιν αὐτοῖς παρασχόντος, ἐκπεπολιορκημένοις ἐῴκεσαν.
さて、守備隊はメニュロスのおかげで人々に何の苦痛も与えなかった。しかし、貧困のために市民権を剥奪された者が一万二千人を超えたため、残留した者たちは悲惨で不名誉な苦難を耐え忍んでいるように思われ、このために市を去ってトラキアへ移住した者たち(アンティパトロスが彼らに土地と都市を提供した)は、包囲されて退去させられた者たちに似ていた。
- 28.2παραγενέσθαι
前文の ἀναλογίζεσθαι(思い巡らすこと)の内容を具体的に展開する間接話法的不定詞。後続の ἐπισκοπεῖν および καθυβρίζεσθαι も同一の統語関係にあり、かつて祖先が体験した幸運な神意(πάλαι μὲν...)と、現在の屈辱的な現実(νῦν δὲ...)を対比して想起した思考内容を述べている。
- 28.4τῶν δὲ ἀποψηφισθέντων τοῦ πολιτεύματος διὰ πενίαν ὑπὲρ μυρίους καὶ δισχιλίους γενομένων
絶対属格構文。分離の属格 τοῦ πολιτεύματος(国制・市民権から)を伴う実質名詞化した受動分詞 τῶν ἀποψηφισθέντων が意味上の主語、γενομένων が述部をなし、ὑπὲρ μυρίους καὶ δισχιλίους がその数量補語となっている。この除外された集団が、続く主節において残留者(οἵ τε μένοντες)と移住者(οἵ τε ... μεταστάντες)に分けて描写される。
