← プルタルコス

ポキオン伝

§21.1-21.4

ハルパロスの賄賂の拒絶と婿カリクレスの失策

フォキオンはアレクサンドロスの船提供要求に対して現実的な方針を語り、傲慢な新参演説家ピュテアスを一喝する。亡命してきたハルパロスが多額の賄賂で誘惑を図るも拒絶するが、公明正大な態度を崩さず、ハルパロスはフォキオンの婿カリクレスに取り入って彼を悪名に巻き込む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.1

γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης,1 λέγω τοίνυν ὑμῖν, εἶπεν, ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι. Πρὸς δὲ Πυθέαν ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, οὐ σιωπήσεις, ἔφη, καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;2

アレクサンドロスが三段櫂船を彼のもとに送るよう書簡で要求し、弁論家たちが反対する一方で、評議会がフォキオンに発言を求めたとき、彼は言った。 「それでは諸君に申そう。武力で勝るか、さもなくば勝る者たちの友となるかのいずれかである」と。 また、そのとき初めてアテナイ人たちに演説し始めたばかりでありながら、早くも饒舌で傲慢であったピュテアスに対して、彼は言った。 「黙らないか、しかも民衆にとって買い入れられたばかりの奴隷の身でありながら」と。

§21.2

ἐπεὶ δὲ Ἅρπαλος μετὰ χρημάτων πολλῶν ἀποδρὰς Ἀλέξανδρον ἐκ τῆς Ἀσίας τῇ Ἀττικῇ προσέβαλε, καὶ τῶν εἰωθότων ἀπὸ τοῦ βήματος χρηματίζεσθαι δρόμος ἦν καὶ ἅμιλλα φθειρομένων πρὸς αὐτόν, τούτοις μὲν ἀπὸ πολλῶν μικρὰ δελεάζων προήκατο καὶ διέρριψε, τῷ δὲ Φωκίωνι προσέπεμψε διδοὺς ἑπτακόσια τάλαντα, καὶ τἆλλα πάντα, καὶ μετὰ πάντων ἑαυτὸν ἐκείνῳ μόνῳ παρακατατιθέμενος.

その後、ハルパロスが多額の資金を携えてアジアからアレクサンドロスの下を逃亡し、アッティカに上陸したとき、演壇から金儲けをすることに慣れた者たちが彼の元へと先を争って群がり走った。ハルパロスは彼らに対しては多くの蓄えの中からわずかな額を与えて誘い、ばらまいたが、フォキオンには七百タラントンを届けることを申し出、他のすべてのもの、そしてすべてとともに自らの身をもフォキオン一人に委ねようとした。

§21.3

ἀποκριναμένου δὲ τραχέως τοῦ Φωκίωνος οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν,3 τότε μὲν συσταλεὶς ἀπέστη, μετʼ ὀλίγον δὲ βουλευομένων Ἀθηναίων ἑώρα τοὺς μὲν εἰληφότας τὰ χρήματα παρʼ αὐτοῦ μεταβαλλομένους καὶ κατηγοροῦντας, ἵνα μὴ φανεροὶ γένωνται, Φωκίωνα δὲ τὸν μηδὲν λαβόντα μετὰ τοῦ κοινοῦ συμφέροντος ἅμα καὶ τὴν ἐκείνου σωτηρίαν ἔν τινι λόγῳ τιθέμενον.

しかし、フォキオンが、もし都市を腐敗させるのをやめないなら手ひどい目に遭うことになると手厳しく答えたため、ハルパロスはその場では縮み上がって引き下がった。少しのち、アテナイ人たちが評議している際、ハルパロスは、彼から金を受け取った者たちが発覚を恐れて態度を一変させ告発者となっているのに対し、何も受け取らなかったフォキオンが、公共の利益とともに彼の命の安全をも幾分か考慮に入れているのを目にした。

§21.4

πάλιν οὖν ἐνεχθεὶς ἐπὶ τὸ θεραπεύειν ἐκεῖνον, αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα,4 Χαρικλέα δὲ τὸν γαμβρὸν αὐτοῦ ποιησάμενος συνήθη καὶ φίλον, ἀνέπλησε δόξης πονηρᾶς, πάντα πιστεύων καὶ πάντα χρώμενος ἐκείνῳ.

そこで再びフォキオンに取り入ろうとする気になったものの、周囲を巡ってみてもフォキオン自身は黄金の力によってはいかなる側からも攻略できない防壁のようなものだと悟り、その婿カリクレスを親密な友人にして、すべてにおいて信用しすべてにおいて彼を用いることで、彼を悪評で満たすことになった。

構文注4 件
  1. 21.1γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης

    3つの独立属格句(γράψαντος..., τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς... κελευούσης)が重なり、主節(λέγω τοίνυν ὑμῖν... εἶπεν)の背景状況を複層的に提示している。ὅπως 節は動詞 γράψαντος の内容・目的を示す指示名詞節として機能している。ここでは βουλῆς(評議会)とあるが、文脈上民会または評議会での発言要請を指す。

  2. 21.1νεώνητος ὢν τῷ δήμῳ

    νεώνητος(新しく買われた)は通常奴隷を形容する語であり、与格 τῷ δήμῳ(民衆にとって、民衆に対して)と組み合わさることで、民衆のために新参の奴隷のように振る舞っている、あるいは外国人から市民権を得て新参者であることへの侮蔑的当て擦りとなっている。判断の基準を示す与格、あるいは関心の与格として解釈される。

  3. 21.3οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν

    間接話法における未来不定詞(οἰμώξεσθαι)で、主語は対格 τὸν Ἅρπαλον。動詞 οἰμώζω は直訳で「泣き叫ぶ」だが、「痛い目に遭う」「ひどい報いを受ける」という慣用的威嚇表現。条件節 εἰ μὴ παύσεται は直説法未来を保持しており、直接話法での鮮烈な警告(οἰμώξεται Ἅρπαλος, ἐὰν μὴ παύσηται / εἰ μὴ παύσεται)を反映している。διαφθείρων は παύομαι の補語分詞。

  4. 21.4αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα

    主動詞は ἑώρα、目的語は αὐτόν(フォキオン本人)。περιοδεύων(周囲を巡って・探って)は主語(ハルパロス)に係る分詞。ὡς ἔρυμα... は「〜のような防壁として」という比較・対比を示す叙述的補語句。ὑπὸ τοῦ χρυσίου(金によって)は ἀνάλωτον(攻略され得ない)を修飾する行為者・手段の前置詞句。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:21.1-21.4