← プルタルコス

ポキオン伝

§10.1-10.5

政敵への辛辣な皮肉と私的な寛容さ

フォキオンは偽善的なアルキビアデスや病気を装うアリストゲイトンを辛辣に皮肉る一方、私怨を挟まず、失脚した政敵や投獄されたアリストゲイトンをも助けに向かうなど、公の厳格さと私的な寛容さを兼ね備えていた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.1

ἦν δέ τις Ἀρχιβιάδης ἐπικαλούμενος Λακωνιστής, πώγωνά τε καθειμένος ὑπερφυῆ μεγέθει καὶ τρίβωνα φορῶν ἀεὶ καὶ σκυθρωπάζων τοῦτον ἐν βουλῇ θορυβούμενος ὁ Φωκίων ἐπεκαλεῖτο τῷ λόγῳ μάρτυν ἅμα καὶ βοηθόν, ὡς δὲ ἀναστὰς ἐκεῖνος ἃ πρὸς χάριν ἦν τοῖς Ἀθηναίοις συνεβούλευεν, ἁψάμενος αὐτοῦ τῶν γενείων· ὦ Ἀρχιβιάδη, εἶπε, τί οὖν οὐκ ἀπεκείρω;1 Ἀριστογείτονος δὲ τοῦ συκοφάντου πολεμικοῦ μὲν ὄντος ἐν ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένου, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βήματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· γράφε καὶ Ἀριστογείτονα χωλὸν καὶ πονηρόν. ὥστε θαυμάζειν ὅπως καὶ ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγορίαν.

また、アルキビアデスという「ラコニアかぶれ」と呼ばれる男がいて、尋常でない長さの髭を蓄え、常に粗末な外套をまとい、厳しい顔つきをしていた。評議会で騒ぎ立てられた際、フォキオンはこの男を自らの主張の証人かつ助け手として名指しして頼りにした。しかし、立ち上がったアルキビアデスがアテナイ人たちに調子のよい迎合的な助言をしたため、フォキオンは彼の髭に触れてこう言った。 「おいアルキビアデス、どうしてその髭を剃り落としてしまわなかったのだ」また、密告者アリストゲイトンは民会では好戦的で、民衆を行動へと煽り立てていたが、出征名簿の点呼の際には杖をつき、両足を包帯で巻いてやって来た。フォキオンは演壇から彼を遠くに見つけると、大声で叫んだ。 「びっこで悪党のアリストゲイトンも名簿に登録せよ」これほど苛烈で厳めしい男が、いかにして、またどこから「善人」という添え名を得たのかと人々が怪しむほどであった。

§10.3

ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον, ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι· καθάπερ ἕτεροι πάλιν, φαινόμενοι γλυκεῖς, ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον, ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός, ἀλλʼ εἰ προῖκά εἰμι πικρός, ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον, ὅσοι πρὸς ὕβριν καὶ φθόνον ἢ ὀργὴν ἢ φιλονεικίαν τινὰ χρῶνται τῷ δύνασθαι, τούτους δεδιότων καὶ προβαλλομένων τῶν πολλῶν.2

思うに、ワインと同じく同一の人間もまた、甘やかであると同時に辛口であるということは難しくはあっても不可能ではない。ちょうど他方で、一見甘美に見えながら、付き合う人々にとっては甚だ不快で極めて有害である者たちがいるのと同様である。尤も、ヒュペレイデスがかつて民衆に向かって次のように言ったと伝えられる。 「アテナイの男たちよ、私が辛辣であるかどうかだけでなく、私が無償で辛辣であるかどうかをも検討してほしい」まるで〔政治家たちは〕貪欲によってのみ重荷となり苦痛を与えるかのように、また、傲慢や嫉妬、あるいは怒りや競争心のために権力を行使する者たちこそを、多くの者が恐れ遠ざけているのではないかのように言ったのである。

§10.4

Φωκίων τοίνυν ἔχθρᾳ μὲν οὐδένα τῶν πολιτῶν κακῶς ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι3 τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις.

さてフォキオンは、市民の誰一人に対しても私怨から害を加えることはなく、敵と見なすこともしなかった。ただ、祖国のために自らが行う事業に抵抗する者たちを抑え込む必要がある限度においてのみ厳格で、曲げ難く、容赦がなかったが、その余の生活においては万人に温和で、親しみやすく、人道的であり、過ちを犯した者を助け、危険に陥った政敵の傍らに立って弁護に加わるほどであった。

§10.5

ἐγκαλούντων δὲ τῶν φίλων ὅτι πονηρῷ τινι κρινομένῳ συνεῖπε, τοὺς χρηστοὺς ἔφη μὴ δεῖσθαι βοηθείας. Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μετὰ τὴν καταδίκην πέμψαντος καὶ δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ὑπακούσας ἐβάδιζεν εἰς τὸ δεσμωτήριον· οὐκ ἐώντων δὲ τῶν φίλων, ἐάσατε, εἶπεν, ὦ μακάριοι· ποῦ γὰρ ἄν τις ἥδιον Ἀριστογείτονι συμβάλοι;

ある悪人が裁かれた際に彼のために弁護したとして友人たちがフォキオンを咎めると、彼は、善人たちには助けは要らないのだと述べた。また密告者アリストゲイトンが有罪判決を受けた後、人を送って自分のもとへ来てほしいと懇願した際、彼はそれに応じて獄舎へと歩いて向かった。友人たちが止めようとすると、彼は言った。 「よいではないか、親愛なる者たちよ。というのも、どこでならこれ以上気分よくアリストゲイトンに会えるだろうか」

構文注3 件
  1. 10.1τί οὖν οὐκ ἀπεκείρω;

    直説法アオリストを用いた慣用表現で、文字通りには「なぜ剃り落とさなかったのか」であるが、意味上は「今すぐ剃り落としたらどうだ」という即時的な勧告・促しを表す(いわゆるtragic/dramatic aoristに類する語法)。

  2. 10.3ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον... τῶν πολλῶν

    ὥσπερに導かれる対格独立構文(ὄνταςの意味上の主語は文脈上「弁論家たち/政治指導者たち」)と、後続の属格独立構文(τῶν πολλῶν δεδιότων καὶ προβαλλομένων)が対比されている。ヒュペレイデスが「人々の不満の根源は金銭欲(貪欲)のみである」と前提しているかのように見立て、実際には権力の濫用こそが民衆に恐れ忌避されているのだと批判する構文構造である。

  3. 10.4ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι

    ὅσον ἔδει μόνον(〜が必要であった限度においてのみ)が不定詞 κατεξαναστῆναι(立ち向かう、制圧する)に係る。前置詞 κατά を含む複合動詞 κατεξαναστῆναι は属格補語(τῶν ἐνισταμένων「抵抗する者たち」)を取り、これに関係節 οἷς ἔπραττεν(自らが行っていた事柄に)が与格で係る。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:10.1-10.5