- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:66.1-66.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルはポンペイウス像のある元老院議場で陰謀者たちに取り囲まれ、不意を突かれて襲撃を受ける。激しく抵抗したもののブルートゥスの加勢を見て身を委ね、二十三の刺傷を負ってポンペイウス像の足元に斃れる。
ἀλλὰ ταῦτα μὲν ἤδη που φέρει καὶ τὸ αὐτόματον· ὁ δὲ δεξάμενος τὸν φόνον ἐκεῖνον καὶ τὸν ἀγῶνα χῶρος, εἰς ὃν ἡ σύγκλητος ἠθροίσθη τότε, Πομπηΐου μὲν εἰκόνα κειμένην ἔχων, Πομπηΐου δὲ ἀνάθημα γεγονὼς τῶν προσκεκοσμημένων τῷ θεάτρῳ, παντάπασιν ἀπέφαινε δαίμονός τινος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴν πρᾶξιν ἔργον γεγονέναι.1
だがこうしたことは、あるいは偶然の巡り合わせにも帰せられよう。しかし、あの殺害と闘争の場となり、当時元老院が招集されていた場所は、ポンペイウスの像が置かれており、ポンペイウスが劇場の装飾の一部として捧げた建造物であったから、かの行為を導き、そこへと呼び寄せたどこかの神霊の仕業であったことをあまねく示していた。
καὶ γὰρ οὖν καὶ λέγεται Κάσσιος εἰς τὸν ἀνδριάντα τοῦ Πομπηΐου πρὸ τῆς ἐγχειρήσεως ἀποβλέπων ἐπικαλεῖσθαι σιωπῇ, καίπερ οὐκ ἀλλότριος ὢν τῶν Ἐπικούρου λόγων ἀλλʼ ὁ καιρὸς, ὡς ἔοικεν, ἤδη τοῦ δεινοῦ παρεστῶτος ἐνθουσιασμὸν ἐνεποίει καὶ πάθος ἀντὶ τῶν προτέρων λογισμῶν.
実際、カッシウスは凶行に及ぶ前にポンペイウスの彫像を見つめてひそかに祈願したとさえ言われている。彼はエピクロスの教説に疎くはなかったにもかかわらずである。しかし察するに、危急がすでに眼前に迫ったその時機が、かつての思慮に代わって霊感と激情を生じさせたのであろう。
Ἀντώνιον μὲν οὖν πιστὸν ὄντα Καίσαρι καὶ ῥωμαλέον ἔξω παρακατεῖχε Βροῦτος Ἀλβῖνος, ἐμβαλὼν ἐπίτηδες ὁμιλίαν μῆκος ἔχουσαν· εἰσιόντος δὲ Καίσαρος ἡ βουλὴ μὲν ὑπεξανέστη θεραπεύουσα, τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τὸν δίφρον αὐτοῦ περιέστησαν, οἱ δὲ ἀπήντησαν, ὡς δὴ Τιλλίῳ Κίμβρῳ περὶ ἀδελφοῦ φυγάδος ἐντυγχάνοντι συνδεησόμενοι, καὶ συνεδέοντο μέχρι τοῦ δίφρου παρακολουθοῦντες.
さて、カエサルに忠実で頑健なアントニウスのことは、ブルートゥス・アルビヌスがわざと長話を持ちかけて外に引き留めておいた。カエサルが入室すると、元老院議員たちは敬意を表して立ち上がったが、ブルートゥスの一派の者たちは、ある者は彼の座席の背後を取り囲み、またある者は、追放された兄弟のために嘆願するティッリウス・キンベルに加勢するかのように歩み寄り、座席に至るまで付き従って共に嘆願した。
ὡς δὲ καθίσας διεκρούετο τὰς δεήσεις καὶ προσκειμένων βιαιότερον ἠγανάκτει πρὸς ἕκαστον, ὁ μὲν Τίλλιος τὴν τήβεννον αὐτοῦ ταῖς χερσὶν ἀμφοτέραις συλλαβὼν ἀπὸ τοῦ τραχήλου κατῆγεν ὅπερ ἦν σύνθημα τῆς ἐπιχειρήσεως, πρῶτος δὲ Κάσκας ξίφει παίει παρὰ τὸν αὐχένα πληγὴν οὐ θανατηφόρον οὐδὲ βαθεῖαν, ἀλλʼ, ὡς εἰκὸς, ἐν ἀρχῇ τολμήματος μεγάλου ταραχθείς, ὥστε καὶ τὸν Καίσαρα μεταστραφέντα τοῦ ἐγχειριδίου λαβέσθαι καὶ κατασχεῖν.
カエサルが着席して嘆願を退け、彼らが激しく迫るのに一人一人に対していらだちを示すと、ティッリウスは両手でカエサルのトガを掴んで首元から引き下げた。これが襲撃の合図であった。そしてカスカが最初に剣で首のあたりを打ったが、その一撃は致命的でも深くもなかった。思うに、大いなる企ての初めに動揺したためであろう。そのためカエサルも振り返って短剣を掴み、押さえ込むことができた。
ἅμα δέ πως ἐξεφώνησαν ὁ μὲν πληγεὶς Ῥωμαϊστί μιαρώτατε Κάσκα, τί ποιεῖς; ὁ δὲ πλήξας Ἑλληνιστὶ πρὸς τὸν ἀδελφόν ἀδελφέ, βοήθει. τοιαύτης δὲ τῆς ἀρχῆς γενομένης τοὺς μὲν οὐδὲν συνειδότας ἔκπληξις εἶχε καὶ φρίκη πρὸς τὰ δρώμενα, μήτε φεύγειν μήτε ἀμύνειν, Ἀλλὰ μηδὲ φωνὴν ἐκβάλλειν τολμῶντας, τῶν δὲ παρεσκευασμένων ἐπὶ τὸν φόνον ἑκάστου γυμνὸν ἀποδείξαντος τὸ ξίφος, ἐν κύκλῳ περιεχόμενος καὶ πρὸς ὅ τι τρέψειε τὴν ὄψιν2 πληγαῖς ἀπαντῶν καὶ σιδήρῳ φερομένῳ καὶ κατὰ προσώπου καὶ κατʼ ὀφθαλμῶν διελαυνόμενος ὥσπερ θηρίον ἐνειλεῖτο ταῖς πάντων χερσίν ἅπαντας γὰρ ἔδει κατάρξασθαι καὶ γεύσασθαι τοῦ φόνου. διὸ καὶ Βροῦτος αὐτῷ πληγὴν ἐνέβαλε μίαν εἰς τὸν βουβῶνα. λέγεται δὲ ὑπό τινων ὡς ἄρα πρὸς τοὺς ἄλλους ἀπομαχόμενος καὶ διαφέρων δεῦρο κἀκεῖ τὸ σῶμα καὶ κεκραγώς, ὅτε Βροῦτον εἶδεν ἐσπασμένον τὸ ξίφος, ἐφειλκύσατο κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον καὶ παρῆκεν ἑαυτόν, εἴτε ἀπὸ τύχης εἴθʼ ὑπὸ τῶν κτεινόντων ἀπωσθεὶς, πρὸς τὴν βάσιν ἐφʼ ἧς ὁ Πομπηΐου βέβηκεν ἀνδριάς. καὶ πολὺ καθῄμαξεν αὐτὴν ὁ φόνος, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῇ τιμωρίᾳ τοῦ πολεμίου Πομπήϊον ὑπὸ πόδας κεκλιμένου καὶ περισπαίροντος3 ὑπὸ πλήθους τραυμάτων, εἴκοσι γὰρ καὶ τρία λαβεῖν λέγεται καὶ πολλοὶ κατετρώθησαν ὑπʼ ἀλλήλων, εἰς ἓν ἀπερειδόμενοι σῶμα πληγὰς τοσαύτας.
同時に二人はそれぞれ叫び声をあげた。打たれた者はラテン語で、「忌まわしきカスカよ、何をするのか」打った者はギリシア語で兄弟に向かって、「兄弟よ、助けてくれ」このように事が始まると、陰謀を知らない人々は、起こっていることに対する驚愕と戦慄に襲われ、逃げることも防ぐことも、それどころか声を発することすらあえてできなかった。一方で、殺害の準備を整えていた者たちはおのおの抜身の剣を示し、カエサルはぐるりと取り囲まれ、視線をどこへ向けても打ち下ろされる刃に遭い、顔にも目にも向けられる白刃に貫かれ、野獣のように全員の手に絡めとられた。皆が殺害の供犠にあずかり、その血を味わわねばならなかったからである。それゆえブルートゥスもまた、彼の鼠蹊部に一撃を加えた。ある人々によれば、カエサルは他の者たちに対しては抵抗し、体をあちこちへよじり、叫んでいたが、ブルートゥスが剣を抜いているのを見るや、上着を頭の上に引き被せて身を任せたという。そして偶然によるものか、あるいは刺客たちに押しやられてか、ポンペイウスの彫像が立っている台座のもとに倒れた。そしてその殺害の血は台座をひどく染め、あたかもポンペイウス自身が足元に横たわり無数の傷に身を痙攣させている敵への報復に立ち会っているかのようであった。彼は二十三の傷を受けたと伝えられる。また、一つの体にこれほど多くの打ち込みを浴びせかける中で、多くの者が互いに傷つけ合った。
- 66.1παντάπασιν ἀπέφαινε δαίμονός τινος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴν πρᾶξιν ἔργον γεγονέναι
主語は先行する名詞句 ὁ δεξάμενος... χῶρος で、動詞 ἀπέφαινε は不定詞構文(δαίμονός τινος ... ἔργον γεγονέναι「ある神霊の仕業であったこと」)を従える。離隔して ἔργον に係る属格 δαίμονός τινος を分詞 ὑφηγουμένου καὶ καλοῦντος(目的語は τὴν πρᾶξιν)が修飾しており、副詞 ἐκεῖ(「そこへ」)は分詞 καλοῦντος に係る。
- 66.6πρὸς ὅ τι τρέψειε τὴν ὄψιν
過去における反復・一般化を表す希求法(反復の希求法)。主節の未完了過去 ἐνειλεῖτο(「絡めとられていた」)および現在分詞群(ἀπαντῶν, διελαυνόμενος)と呼応し、「視線をどこに向けようともそのたびに」という反復的状況を表す。
- 66.7ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῇ τιμωρίᾳ τοῦ πολεμίου Πομπήϊον ὑπὸ πόδας κεκλιμένου καὶ περισπαίροντος
結果を表す ὡς+不定詞構文(ὡς δοκεῖν)。不定詞 ἐφεστάναι(与格支配「〜に臨席する、主宰する」)の意味上の主語は離隔して置かれた対格 αὐτὸν ... Πομπήϊον(「ポンペイウス自身が」)である。与格 τῇ τιμωρίᾳ(「報復に」)の後ろに続く τοῦ πολεμίου ... κεκλιμένου καὶ περισπαίροντος は目的格的属格であり、「足元に横たわり身悶えする敵に対する報復」の意をなす。ὑπὸ πόδας は分詞 κεκλιμένου を修飾する。
