← プルタルコス

カエサル伝

§60.1-60.5

王位への野心と元老院への無礼による反発

王位への野心によりカエサルに対する憎悪が高まるなか、アルバからの帰途での王号の拒絶や、元老院の使節に対して起立を拒否した傲慢な振る舞いが人々の深刻な反発を招く経緯が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§60.1

τὸ δὲ ἐμφανὲς μάλιστα μῖσος καὶ θανατηφόρον ἐπʼ αὐτὸν ὁ τῆς βασιλείας ἔρως ἐξειργάσατο, τοῖς μὲν πολλοῖς αἰτία πρώτη, τοῖς δὲ ὑπούλοις πάλαι πρόφασις εὐπρεπεστάτη γενομένη, καίτοι καὶ λόγον τινὰ κατέσπειραν εἰς τὸν δῆμον οἱ ταύτην Καίσαρι τὴν τιμὴν προξενοῦντες, ὡς ἐκ γραμμάτων Σιβυλλείων ἁλώσιμα τὰ Πάρθων φαίνοιτο Ῥωμαίοις σὺν βασιλεῖ στρατευομένοις ἐπʼ αὐτούς, ἄλλως ἀνέφικτα ὄντα·

しかし、彼に対する最もあからさまで命取りとなった憎悪を生み出したのは王位への欲望であり、これは一般大衆にとっては最初の原因となり、久しく敵意を秘めていた者たちにとってはきわめて格好の口実となった。もっとも、カエサルにこの栄誉をもたらそうとする者たちは、シビュラの神託によればローマ人がパルティア人に攻め入るには王を戴いて出征すれば攻略可能であるが、それ以外では達成不可能であると示されている、という風説を民衆の間に撒き散らしさえした。

§60.2

καὶ καταβαίνοντος ἐξ Ἄλβης Καίσαρος εἰς τὴν πόλιν ἐτόλμησαν αὐτὸν ἀσπάσασθαι βασιλέα, τοῦ δὲ δήμου διαταραχθέντος ἀχθεσθεὶς ἐκεῖνος οὐκ ἔφη βασιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι·1 καὶ γενομένης πρὸς τοῦτο πάντων σιωπῆς οὐ πάνυ φαιδρὸς οὐδʼ εὐμενὴς παρῆλθεν.

そしてカエサルがアルバから市内へと下ってきたとき、彼らはあえて彼を王と呼びかけたが、民衆が動揺したため、彼は立腹して、王ではなくカエサルと呼ばれるのだと語った。これに対して全員が沈黙したため、彼は決して晴れやかでも機嫌がよいわけでもなく通り過ぎていった。

§60.3

ἐν δὲ συγκλήτῳ τιμάς τινας ὑπερφυεῖς αὐτῷ ψηφισαμένων2 ἔτυχε μὲν ὑπὲρ τῶν ἐμβόλων καθεζόμενος, προσιόντων δὲ τῶν ὑπάτων καὶ τῶν στρατηγῶν, ἅμα δὲ καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, οὐχ ὑπεξαναστάς, ἀλλʼ ὥσπερ ἰδιώταις τισὶ χρηματίζων, ἀπεκρίνατο συστολῆς μᾶλλον ἢ προσθέσεως τὰς τιμάς δεῖσθαι. καὶ τοῦτο οὐ μόνον ἠνίασε τὴν βουλήν, ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ τῆς πόλεως προπηλακιζομένης, καὶ μετὰ δεινῆς κατηφείας ἀπῆλθον εὐθὺς οἷς ἐξῆν μὴ παραμένειν, ὥστε κἀκεῖνον ἐννοήσαντα παραχρῆμα μὲν οἴκαδε τραπέσθαι καὶ βοᾶν πρὸς τοὺς φίλους, ἀπαγαγόντα τοῦ τραχήλου τὸ ἱμάτιον, ὡς ἕτοιμος εἴη τῷ βουλομένῳ τὴν σφαγὴν παρέχειν, ὕστερον δὲ προφασίζεσθαι τὴν νόσον3 οὐ γὰρ ἐθέλειν τὴν αἴσθησιν ἀτρεμεῖν τῶν οὕτως ἐχόντων, ὅταν ἱστάμενοι διαλέγωνται πρὸς ὄχλον, ἀλλὰ σειομένην ταχὺ καὶ περιφερομένην ἰλίγγους ἐπισπᾶσθαι καὶ καταλαμβάνεσθαι.

また元老院において彼に破格の栄誉が議決された際、彼は偶然にも演壇の上方に座していたが、執政官たちや法務官たちが近づき、同時に全元老院もこれに従ってきたとき、席から立ち上がることもせず、まるでただの私人に公務を執り行うかのように、栄誉は付け足しではなくむしろ縮小を必要としていると答えた。そしてこのことは元老院だけでなく民衆をも憤慨させ、元老院において国家そのものが侮辱されたかのように感じられ、その場にとどまらなくともよい立場の人々は、ひどく落胆して直ちに立ち去った。その結果、彼もそれを悟ってその場ですぐに自宅へと戻り、上着を首から押し広げながら、望む者には誰にでも自らの喉笛を差し出す用意があると友人たちに向かって叫んだが、後には持病を口実にした。すなわち、あのような病を抱える者たちの感覚は、立ったまま群衆に向かって語りかけるときには静止したままでいることを拒み、忽ち揺れ動いて回転し、めまいを引き起こして発作に襲われるからだ、というのである。

§60.5

τὸ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ βουλόμενον αὐτὸν ὑπεξαναστῆναι τῇ βουλῇ λέγουσιν ὑπό του τῶν φίλων, μᾶλλον δὲ κολάκων, Κορνηλίου Βάλβου, κατασχεθῆναι φήσαντος οὐ μεμνήσῃ Καῖσαρ ὤν, οὐδὲ ἀξιώσεις ὡς κρείττονα θεραπεύεσθαι σεαυτόν; λαμπρῶς, ὦ

しかし実際はそうではなく、彼自身は元老院に対して立ち上がろうと強く望んでいたにもかかわらず、友人というよりはむしろ取り巻きの一人であるコルネリウス・バルブスに次のように言われて制止されたのだと伝えられている。 「あなたはカエサルであることを心に留めず、より優れた者として遇されるよう求めもしないのですか」。 華々しく、おお

構文注3 件
  1. 60.2οὐκ ἔφη βασιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι

    ἔφη の主語と不定詞 καλεῖσθαι の意味上の主語が同一(カエサル)であるため、述語名詞 βασιλεύς および Καῖσαρ が主格(いわゆる nominativus cum infinitivo)で置かれている。またラテン語の固有名詞 Rex(レクス)と普通名詞 rex(王)を掛けた言説を反映している。

  2. 60.3ἐν δὲ συγκλήτῳ τιμάς τινας ὑπερφυεῖς αὐτῷ ψηφισαμένων

    独立属格構文であるが、分詞 ψηφισαμένων(複数属格)の意味上の主語(元老院議員たち)は明示されず、直前の ἐν δὲ συγκλήτῳ(元老院において)から了解される。文脈上の主語の補完を要する用法。

  3. 60.4ὥστε κἀκεῖνον ἐννοήσαντα παραχρῆμα μὲν οἴκαδε τραπέσθαι καὶ βοᾶν πρὸς τοὺς φίλους, ἀπαγαγόντα τοῦ τραχήλου τὸ ἱμάτιον, ὡς ἕτοιμος εἴη τῷ βουλομένῳ τὴν σφαγὴν παρέχειν, ὕστερον δὲ προφασίζεσθαι τὴν νόσον

    ὥστε 以下の結果節全体が対格不定詞構文をとる。主語 κἀκεῖνον(カエサル)に対格分詞 ἐννοήσαντα と ἀπαγαγόντα が一致し、主動詞として μὲν ... δὲ で対置される不定詞 τραπέσθαι, βοᾶν および προφασίζεσθαι が支配されている。また間接話法内の ὡς ἕτοιμος εἴη は主節の過去時称を受けた希求法。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:60.1-60.5